τοῦ ζῴου εἰς οἶκόν τινα καπνιζόμενον τοὺς ἐμφωλεύοντας θήρας ἀπελαύνει, οὕτω καὶ τὸ σταυρικὸν κέρας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τὸν ἑκούσιον τοῦ κυρίου θάνατον πάντα τὸν τόπον ὅπου ἂν ἐγγίσῃ, τὴν ἀγέλην τῶν δαιμόνων ἀπελαύνει. Ποθήσωμεν τοίνυν, ὦ φίλοι, καὶ τιμήσωμεν τὴν παροῦσαν ἑορτήν. ∆ιὰ πάντων αὐτὴν τιμήσωμεν· ἀπέρχῃ σήμερον τὸν νεκρὸν ῥοδίσαι, μὴ ἐν μέθῃ ἐπάνω τοῦ μνήματος θυμίαμα βάσταζε, μὴ κρατῆρα συγκίρνα. ∆ακρύων χρείαν, ***; Συμπαθείας χρεία, μὴ γὰρ ὀρχήσεως; Στεναγμῶν χρεία, μὴ γὰρ κουρταλισμῶν; Ψαλμῳδίας χρεία, μὴ γὰρ κιθαρῳδίας; Εὐλαβείας χρεία, μὴ γὰρ μάχης; Ἐγκωμίων χρεία, μὴ γὰρ περισχισμάτων; Εὐχαριστίας χρεία, μὴ γὰρ ἀγανακτήσεως; Σήμερον τὴν τοποθεσίαν ζητεῖς, καὶ διαγράφειν καὶ ἀρχιτεκτονεύειν καὶ οἰκοδομεῖν ἐπαγγέλλει, καὶ τῇ ἑξῆς πάντα κεκοίμηται. Ὦ διάθεσις ἅμα βλάστῃ μαρασμὸν ὑπομένουσαν. Τίμησον τὸν προοδοιπορήσαντα, μὴ λυπήσῃς αὐτοῦ τὴν ψυχὴν τῷ πνεύματι. Ὁ προτελευτήσας ἀγωνίζεται πῶς τὸν κριτὴν δυσωπήσει, καὶ σὺ μεθύσκει ὅπως τὸν διάβολον τέρψῃς; Μίμησαι τὸν δεσπότην Χριστόν, ὦ ἄνθρωπε. Τί παραγενάμενος ὁ κύριος εἰς τὸ μνῆμα Λαζάρου πεποίηκεν; Ἔκλαυσεν ἢ ὀρχήσατο; Ὅτι αὐτῷ τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ πρέπει δόξα, μεγαλωσύνη καὶ μεγαλοπρέπεια, ἅμα τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.