In resurrectionem domini (homilia 9)

 ὁμοιόσχημα φοροῦσιν, τὴν παλαιότητα τοῦ Ἀδὰμ ἀποδυσάμενοι καὶ τὴν καινότητα τοῦ δεσπότου Χριστοῦ ἠμφιεσμένοι, κατὰ τὸν μακάριον Παῦλον τὸν λέγοντα· Ὅσ

ὁμοιόσχημα φοροῦσιν, τὴν παλαιότητα τοῦ Ἀδὰμ ἀποδυσάμενοι καὶ τὴν καινότητα τοῦ δεσπότου Χριστοῦ ἠμφιεσμένοι, κατὰ τὸν μακάριον Παῦλον τὸν λέγοντα· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ὅτι δὲ πάντα ἐν τῇ ἀναστάσει λευκὰ καὶ ἔξασπρα οὐ μόνον ἐπὶ γῆς ἀλλὰ καὶ ἐν οὐρανοῖς δεῖ κεκτῆσθαι ἡμᾶς, ἤκουες Ματθαίου λέγοντος· Ὀψὲ σαββάτων ἐπιφωσκούσης κυριακῆς ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία εἰς τὸν τάφον τοῦ Ἰησοῦ, καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· κατελθὼν γὰρ ἄγγελος ἐκ τῶν οὐρανῶν ἀποκυλίσας τὸν λίθον· ἐκάθητο ἐπάνω αὐτοῦ· ἦν δὲ ἡ εἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών. Ὄντως αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ, ὅτι οὐκέτι ὁ ζυγὸς τοῦ νόμου βαρεῖ, ἀλλὰ τὸ ἐλαφρὸν τῆς χάριτος παρακαλεῖ. Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ, ὅτι οὐκέτι ἡ κιβωτὸς τὸν Νῶε μόνον διασῴζει, ἀλλ' ὁ ἐκ τῆς παρθένου πάντα τὸν κόσμον διασῴζει. Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ, ὅτι οὐκέτι γιγαντιαῖος οἶκος καταστρέφεται, ἀλλ' εὐκτήριος οἶκος ἐγείρεται· ὅτι οὐκέτι πῦρ ἐπὶ Σόδομα βρέχει , ἀλλ' ὑετὸς ἐπὶ τὴν παρθένον δροσίζει· ὅτι οὐκέτι στήλη ἁλὸς ἡ γυνὴ τοῦ Λὼτ σχηματίζεται, ἀλλ' ἐν ἡμέρᾳ φωτὸς ἡ τοῦ κυρίου νύμφη δοξάζεται. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Ἡμεῖς εὐφρανθῶμεν· Ἰουδαῖοι γὰρ πενθοῦσιν, μὴ πεισθέντες ∆αυῒδ τῷ προφήτῃ, ἐκ πολλῶν τῶν χρόνων περὶ τῆς ἀφθάρτου τοῦ κυρίου ἀναστάσεως διαγορεύοντος καὶ λέγοντος οὕτως· Οὐκ ἐγκατελείφθη ἡ ψυχὴ αὐτοῦ εἰς ᾅδην, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. Τί λέγεις, Ἰουδαῖε; Εἰ ἕτερος ἀνέστη ἐκ νεκρῶν ἄφθαρτος, λέγε καὶ πιστεύομεν. Εἰ δὲ οὐδεὶς ἕτερός ἐστιν εἰ μὴ ὁ δεσπότης Χριστός, ὁ ἐκ πολλῶν τῶν χρόνων βοήσας διὰ τοῦ προφήτου πρὸς τὸν ἐθνικὸν λαόν· Ὑπόμεινόν με εἰς ἡμέραν ἀναστάσεώς μου, λέγει κύριος, διότι τὸ κράτος μου εἰς συναγωγὰς ἐθνῶν, τί οὐ προστρέχεις, ἀλλὰ φεύγεις; Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Ἡμεῖς εὐφρανθῶμεν· φαρισαίων γὰρ παῖδες πενθοῦσιν. ∆ιὰ τί; Μὴ πεισθέντες τῷ πατριάρχῃ Ἰακώβ, ἐκ πολλῶν τῶν χρόνων περὶ τῆς βασιλικῆς τοῦ κυρίου ἀναστάσεως ἐκβοήσαντος καὶ λέγοντος οὕτως· Ἀναπεσὼν ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγείρει αὐτόν; Τί λέγεις, Ἰουδαῖε; ∆ὸς ἡμῖν ἕτερον βασιλικῶς ἀναστάντα καθ' ὁμοιότητα λέοντος, καὶ πιστεύομεν οἷς λέγεις. Εἰ δὲ οὐδεὶς ἕτερος εἰ μὴ μόνος ὁ δεσπότης Χριστὸς ὡς λέων ἐκαθεύδησε τὸ τριήμερον καὶ ὡς σκύμνος ἀνέστη, ὡς ἔστιν αὐτοῦ τοῦ κυρίου ἀκοῦσαι λέγοντος ἐκ πολλῶν τῶν χρόνων πρὸ τῆς ἐνανθρωπήσεως· Ἐγὼ ὡς πανθὴρ τοῦ Ἐφραὶμ καὶ ὡς λέων τοῦ οἴκου Ἰούδα, τί οὐ προσκυνεῖς τῷ ἀναστάντι; Ἔστι δὲ πάντως εἰπεῖν τινα· Καὶ διὰ τί καθ' ὁμοιότητα ὁ κύριος τοῦ λέοντος ἐν τῷ τύμβῳ ἐποίησεν; ∆ιὰ τί; ∆ιὰ τὴν φυσικὴν ἕξιν τοῦ λέοντος· λέων ὑπνῶν ἐν τῷ οἰκείῳ σπηλαίῳ ἐν ᾧ καθεύδει, τοὺς ὀφθαλμοὺς ἀνεῳ γμένους ἔχει· τὸν αὐτὸν τρόπον καὶ ὁ δεσπότης Χριστὸς καθευδήσας ἐν τῷ θανάτῳ τριήμερον τὰ τῆς θεότητος ὄμματα οὐκ ἐκάμμυσεν. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.