Sermo 23 recensio completa

 γίνεται, ἀλλὰ τῷ τῆς δικαιοσύνης καὶ χάριτος ζυγῷ παιδεύει καὶ ἐλεεῖ καὶ 119 οἰκονομεῖ ταύτην ὁ θεός. εἰ γὰρ τὸ ὅλον ἄνεσις ἦν ἐν τῷ βίῳ παρὰ ἀνθρώποι

 πόλιν οἰκοδομεῖν οὔτε φυτεῦσαι δύναται, οὐ σπόρον καταθέσθαι οὐδὲ ἕτερόν τι ἔργον τοῦ κόσμου ἐπι 123 τελεῖν· νήπιον γάρ ἐστιν. οὕτω καὶ ψυχαὶ ἀπείραστ

 πνεύματος μυστηρίων καὶ προκοπῶν πνευματικῶν ἐν ψυχῇ γινομένων, καὶ πολλάκις νομίσας τελέσαι πολλάκις καὶ ἄρξασθαι ἔχει. εἰ γὰρ ἐν τῷ βίῳ τούτῳ ἐν τῇ

πνεύματος μυστηρίων καὶ προκοπῶν πνευματικῶν ἐν ψυχῇ γινομένων, καὶ πολλάκις νομίσας τελέσαι πολλάκις καὶ ἄρξασθαι ἔχει. εἰ γὰρ ἐν τῷ βίῳ τούτῳ ἐν τῇ κοσμικῇ σοφίᾳ ἐστίλέγω δὴ χαμαιδιδασκάλων εἶτα γραμματικῶν εἶτα ῥητόρων πάλιν σοφιστῶν τέλος φιλοσόφωνκαὶ ἐπάν τις πάντας τοὺς διδασκάλους διέλθοι ἓν τελειῶν καὶ ἑτέρου ἀρχόμενος, τότε δίκας λέγειν ἐπ' ἀρχόντων ἄρχεται εἶτα χρόνοις ἐπευδοκιμήσας γίνεται κατὰ καιροὺς καὶ αὐτὸς ἄρχων, καὶ τότε πάλιν συγκάθεδρον ἑαυτῷ λαμβάνει μήτι αὐτὸν τοῦ δικαίου παρέλθοι. εἰ οὖν ἐν τῷ κόσμῳ τούτῳ τοσαύτη σοφίας λεπτότης καὶ προκοπὴ τυγχάνει, πόσῳ μᾶλλον ἡ ἄρρητος καὶ 127 ἄπειρος τοῦ θεοῦ σοφία καὶ ἡ ὁδὸς τοῦ Χριστιανισμοῦ πολλήν τινα λεπτότητα καὶ πολλὰς προκοπὰς ἔχει. καὶ ὅσῳ τις προκόπτει, ἀρχὴν λαμβάνει ἑτέρων πραγμάτων, τῶν τοῦ πνεύματος μυστηρίων καὶ τῶν τῆς σοφίας ἀποκρύφων θησαυρῶν ἐνδότερον γίνεται, καὶ ὅσῳ ἐν τῇ χάριτι αὔξει καὶ προκόπτει καὶ τῇ τοῦ θεοῦ γνώσει πλουτεῖ, τοσούτῳ καὶ τὰ τῆς κακίας «νοήματα» καὶ πανουργεύματα ἐπιγινώσκει, ὥς φησιν ὁ ἀπόστολος· «οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν». τηλικαύτης τοίνυν προκειμένης ἡμῖν ἐλπίδος καὶ τοσούτων πνευματικῶν ἀγαθῶν τοῖς ἐν ἀληθείᾳ βουλομένοις ἀγωνίζεσθαι ἡτοιμασμένων καὶ ἡμεῖς ἑαυτοὺς ὅλῃ δυνάμει ἀποδῶμεν εἰς τὴν πρὸς θεὸν εὐαρέστησιν, ἵνα τῶν πνευματικῶν χαρισμάτων τυχόντες καὶ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ προκόψαντες καὶ πάντα πειρασμὸν καὶ θλῖψιν διὰ τῆς χάριτος τοῦ Χριστοῦ ὑπερβάντες καὶ τοῦ ἁγιασμοῦ τελείως καταξιωθέντες τῆς αἰωνίου ζωῆς ἄξιοι γενώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.