Adnotationes in Leviticum

 λεγομένην· ἡγοῦμαι γὰρ τὴν λέπραν ἀντὶ ἀλόγων λαμβάνεσθαι τῆς ψυχῆς παθημάτων· τὸν δὲ ζῶντα χρῶτα, ἀντὶ τῆς λογικῆς καταστά 17.22.40 σεως· δοκεῖ οὖν μ

λεγομένην· ἡγοῦμαι γὰρ τὴν λέπραν ἀντὶ ἀλόγων λαμβάνεσθαι τῆς ψυχῆς παθημάτων· τὸν δὲ ζῶντα χρῶτα, ἀντὶ τῆς λογικῆς καταστά 17.22.40 σεως· δοκεῖ οὖν μοι μυστήριον περιέχειν ὁ λόγος· ἐν γὰρ τῇ τῶν βρεφῶν ἡλικίᾳ ἀνέγκλητός ἐστιν ἡ ψυχὴ, τῆς ἀλογίας ἀπολυούσης αὐτὴν παντὸς ψόγου· ἐὰν δὲ ὀφθῇ χρὼς ζῶν ἐν αὐτῇ, ὅ ἐστιν ἐὰν ἀρχαὶ τοῦ λόγου ὑποφύωσι, τότε ἀρχὴ τῆς ἁμαρτίας ὑφίσταται, ἕως ἐπικρατήσαντος τοῦ χρωτὸς τοῦ ζῶντος, τουτέστι τοῦ λόγου αὐξάνοντος καὶ τελειουμένου, ὁ λόγος γένηται ὁ χρὼς ζῶν, καὶ τέλεον ἡ λέπρα ἐξαφανισθῇ.