Libri x in Canticum canticorum 90 Μὴ διὰ προφητῶν με μνηστευσάτω, φησίν, δι' ἑαυτοῦ δὲ ὁμιλησάτω κατ' αἴσθησιν πνευματικήν· (δι' ἧς ὁ Ἰωάννης φησί· «κ

 συνορῶντι ὅτι, ἡνίκα «κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ», οὔτε «ἀπὸ τῆς πλινθείας» οὔτε «ἀπὸ τοῦ πηλοῦ» οὔτε «ἀπὸ τῶν ἀχύρων κατεστένα ξαν», ἀλλ' «ἀπὸ τῶν ἔ

 ἐγερθῇ». -Καὶ μετὰ ταῦτα. Τότε γὰρ «οἱ σύμμορφοι γεγενημένοι τῆς ἀναστάσεως αὐτοῦ» παραλήψονται παρ' αὐτοῦ ἀνθ' «ὁμοιωμάτων» χρυσόν, πλη θυνθήσονται τ

 ζησόμεθα ἐν τοῖς ἔθνεσι». Πῶς γὰρ οὐκ ἔμελλε ζωῆς ἡμῖν αἰτία «ἡ σκιὰ αὐτοῦ» γενέσθαι γενομένοις ἐλευθέροις «τῆς τοῦ νόμου σκιᾶς» («σκιὰν γὰρ εἶχεν ὁ ν

 «ὑετὸν» γεγονέναι τὸν πρὸ τῆς ἐπιδημίας «καιρὸν τοῦ Θεοῦ ἐντειλαμένου ταῖς νεφέλαις ὕειν» τὸν νομικὸν καὶ προφητικὸν λόγον, πεπαῦσθαι δὲ τοῦτον, ἐπειδ

ἐγερθῇ». -Καὶ μετὰ ταῦτα. Τότε γὰρ «οἱ σύμμορφοι γεγενημένοι τῆς ἀναστάσεως αὐτοῦ» παραλήψονται παρ' αὐτοῦ ἀνθ' «ὁμοιωμάτων» χρυσόν, πλη θυνθήσονται τῷ χρυσίῳ καὶ τῷ ἀργυρίῳ. 165 Τὴν γὰρ τοῦ νυμφίου, φησίν, «ὀσμὴν ἡ ἐμὴ νάρδος», ἐν ᾗ αὐτὸν ἤλειψα, «δέδωκε». «Τῇ» γὰρ 166 ἑαυτῆς «νάρδῳ τοὺς πόδας ἀλείψασα τοῦ Ἰησοῦ καὶ ταῖς θριξὶν ἀπο μάξασα» μεταπεποιημένην ἐκ «τῆς ὀσμῆς» τοῦ νυμφίου ταύτην ἀνέλα βεν· ἧς αἰσθανομένη φησὶν ἐπὶ «τὴν κεφαλὴν» ἐλθούσης· «ἡ ἐμὴ νάρδος ἔδωκέ μοι τὴν τοῦ νυμφίου ὀσμήν». ∆ιόπερ ὡς ἀπὸ τῶν χρωτῶν Ἰησοῦ «τὴν οἰκίαν ὅλην ἐπλήρωσε» τῆς μαθητρίας «τὸ μύρον». 168 «Ἀπόδεσμος τῆς στακ τῆς ἀδελφιδοῦς μου ἐμοί, ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται». Εἰποῦσα «τὴν νάρδον» τοῦ νυμφίου «δεδωκέναι μοι τὴν ὀσμὴν» νῦν φημι «τὸν ἀδελφιδόν μου» πνέειν «στακτῆς», οὐ διαχεομένης οὐδὲ ἔξω πνεούσης, ἀλλ' ἀποδεδεμένης καὶ πυκνότερον τὴν εὐωδίαν διδούσης. Ἀδελφὸν δὲ τὸν πρῶτον ἐσχηκυῖα λαὸν ἡ ἐξ ἐθνῶν ἐκκλησία, ἐπεί περ ἐξ αὐτοῦ «τὸ κατὰ σάρκα ἦν ὁ Χριστός», «υἱὸν» κέκληκεν «ἀδελφοῦ» 169 τὸν νυμφίον. Τοῦ δὲ Ἀκύλα ἐκδεδωκότος «πατράδελφον» λεκτέον πατέρα εἶναι τῆς ἐξ ἐθνῶν ἐκκλησίας τὸν πάλαι λαόν, ἐπεὶ ἐκ τοῦ παρ' ἐκείνοις νόμου καὶ τῶν προφητῶν ἡ ἐν Θεῷ γένεσις καὶ ἡ ἐξ ἡμῶν εἰς εὐσέβειαν ὑπῆρξε προαγωγή. Τούτου τοίνυν οὕτως ἀπο δεδομένου τῆς νύμφης «πατρὸς ἀδελφὸς» ὁ σωτὴρ ὁμοίως ἐκείνοις «ὑπὸ νόμον γενόμενος». 174 Νῦν ἔοικε πρό τερον ἐνεωρακέναι τρανότερον τῷ τοῦ νυμφίου κάλλει ἡ νύμφη καὶ διὰ τῶν «περιστερῶν» αὐτῆς «ὀφθαλμῶν» αἴσθεσθαι τῆς ἐν τῷ κάλλει 175 τοῦ λόγου ὑπεροχῆς. Τάχα δὲ «κλίνην» κοινὴν ἑαυτῆς καὶ τοῦ νυμ φίου τὸ σῶμα αἰνίττεται, ἐν ᾧ ἔτι οὖσα ἡ ψυχὴ ἀξιοῦται τῆς τοῦ λόγου κοινωνίας. Λέγει γοῦν Παῦλος· «τὰ σώματα ὑμῶν μέλη Χρι στοῦ ἐστι». ∆ιὰ γὰρ τοῦ «ὑμῶν» τῆς νύμφης εἶναι λέγει τὸ σῶμα, διὰ δὲ τοῦ «μέλη Χριστοῦ» τοῦ νυμφίου. «Σύσκιον» δέ φησι τὸν νυμ φίον διὰ τὴν πυκνότητα τῶν ἐν τῷ λόγῳ καὶ τῇ σοφίᾳ θεωρημάτων. (Ἐὰν δὲ ᾖ ἡ κοινὴ νύμφη ἀμφοῖν εὐθαλής, οὐδὲν θαυμαστὸν θείας δυνάμεως ἡγουμένης καὶ ἐπὶ τὸ σῶμα πᾶσαν τὴν διὰ τοῦ σώματος πρᾶξιν ἀγαθὴν δηλοῦσθαι.) 178 «Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων». «Ἄνθος» λέγει τὸ ὁδεῦον ἐπὶ τὸ γενέσθαι καρπός. Ἐν οὖν τῷ περιγείῳ τόπῳ «πεδίῳ» ῥηθέντι «ἄνθος» ἐστὶν ὁ νυμφίος λόγος, ὡς πρὸς τὰ μέλλοντα· «ὅταν γὰρ ἔλθῃ τὸ τέλειον», μεταβαλεῖ τὸ «ἄνθος» εἰς τὸ γενέσθαι καρπός. Καὶ ἐπεὶ μὴ πλέον χωροῦσι, οὗ ὡς «ἄνθος» λέγει, οἱ ἐπὶ γῆς, διὰ τοῦτο γέγονεν ὁ νυμ φίος ὡς «ἄνθος τοῦ πεδίου». «Ἑαυτὸν» γὰρ «ἐκένωσε μορφὴν δούλου λαβὼν» πρὸς τὸ δυνηθῆναι «τὴν δόξαν» αὐτοῦ μετὰ ταῦτα «θεάσασθαι» 179 ἡμᾶς. Μήποτε δὲ τοῖς μὲν εὐγενεστέροις καὶ ὁμαλέσι «πεδίοις» ὀνο μαζομένοις «ἄνθος» ἐστί, τοῖς δὲ τούτων κατωτέροις καὶ κοιλοτέροις «κρίνον». Ταῦτα φήσας ὁ νυμφίος παραβάλλει «τὴν πλησίον» αὐτοῦ ἄλλαις «θυγατράσι», ταῖς λοιπαῖς ψυχαῖς, αἵτινές εἰσιν «ἄκανθαι» ταύτῃ παραβαλλόμεναι. Τοιαῦται δὲ αἱ μὴ «πλησίον» τοῦ νυμφίου ψυχαί, ἡ δὲ «πλησίον» «κρίνον ἐν μέσῳ» διαλάμπον αὐτῶν). «Ὡς μῆλον ἐν τοῖς ξύ λοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν· ὑπὸ τὴν σκιὰν αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ ὁ καρπὸς αὐτοῦ γλυκὺς ἐν τῷ λάρυγγί μου.» Ἔπρεπε τῇ νύμφῃ τοῦ κάλλους ὅλῃ τοῦ νυμφίου γε 180 γενημένῃ περὶ ἑαυτῆς μὲν λέγειν οὐδέν, πρὸς οἷς δὲ ὁ νυμφίος ἔφη περὶ ἑαυτοῦ, «μήλῳ» παραβάλλειν αὐτόν, τοὺς παρ' αὐτὸν δὲ «υἱοὺς» «ξύλοις δρυμοῦ»· ὑπερβολῇ δὲ πόθου τὸ καὶ «σκιᾶς» ἐπιθυμεῖν τῆς αὐτοῦ καὶ παραπέμψαι τῷ βάθει τὴν τούτου ποιότητα. Ἔοικε δὲ ταῦτα λέγειν πρὸς «τὰς νεάνιδας» ὡς πρὸς «τοὺς ἑταίρους» ὁ νυμφίος τὰ πρῶτα. «Υἱοὺς» δὲ ἢ «τοὺς ἑταίρους» λέγει, οὓς παραθέσει τοῦ νυμφίου «ξύλοις ἀκάρποις» παρείκασεν, ἢ τοὺς ἀλλοτρίους αὐτοῦ. 181 «Ὑπὸ σκιὰν» δὲ «αὐτοῦ ἐπεθύμησέ» τε καθῖσαι «καὶ κεκάθικεν». Λέγει καὶ Ἱερεμίας ἐν Θρήνοις· 182 «πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς ἡμῶν, ᾧ εἴπομεν· ἐν τῇ σκιᾷ αὐτοῦ