Fragmenta in epistulam ad Galatas (in catenis)

 καὶ διακονία θανάτου διὰ τοῦτο ὠνόμασται. πῶς οὖν τῶν παραβάσεων χάριν προσετέθη, φησίν; ἐν συντόμῳ ῥήματι τοιοῦτόν ἐστιν· πρὸ νόμου καὶ ὁ νοῦς τῶν ἀν

 Σινᾶ ὄρους, ἀλλ' ἐπειδὴ οἱ Ἀγαρηνοὶ οἱ ἀπὸ τοῦ Ἰσμαὴλ τὴν ἔρημον ἔχουσι τὴν παρατείνουσαν ἕως τοῦ Σινᾶ ὄρους. ἐν δὲ τῷ Σινᾷ ὁ νόμος ἐδόθη εἰς δουλείαν

Σινᾶ ὄρους, ἀλλ' ἐπειδὴ οἱ Ἀγαρηνοὶ οἱ ἀπὸ τοῦ Ἰσμαὴλ τὴν ἔρημον ἔχουσι τὴν παρατείνουσαν ἕως τοῦ Σινᾶ ὄρους. ἐν δὲ τῷ Σινᾷ ὁ νόμος ἐδόθη εἰς δουλείαν γεννῶν, ἀπὸ δὲ τοῦ Σινᾶ ὄρους αἱ πλάκες δοθεῖσαι ἐκομίσθησαν ἐν τῷ Ἰσραήλ, καὶ πολλάκις μετενεχθεῖσαι ἀπὸ τόπου εἰς τόπον τελευταῖον ἱδρύθησαν ἐν Ἱεροσολύμοις. διὰ τοῦτο ἐπήγαγεν· συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς. ὅπου γῆς ἐπαγγελία, καὶ κτῆσις καὶ γάμος καὶ τὰ ἀνθρώπινα, καὶ δουλεία ἀκολουθεῖ· ὅπου δὲ ἀπαλλαγὴ τῶν ἐπὶ γῆς φροντίδων καὶ τῶν δεσμῶν, καὶ ἐν οὐρανοῖς ἡ πολιτεία, ἐξ αὐτῆς τῆς πολιτείας ἡ ἐλευθερία. Gal 5,17 Ζητεῖται διὰ τί νόμου ἀποσπῶν μέμνηται τῆς ἁμαρτίας. ἐπειδὴ τρυφᾶν ἐκέλευεν ὁ νόμος, διὰ δὲ τούτου διερεθίζεται ἡ ἐπιθυμία καὶ ἀκατάσχετος οὖσα πρὸς ἁμαρτίαν ἄγει. τούτου ἕνεκεν ὅτε νόμου ἦν μνήμη, μέμνηται καὶ τῆς ἁμαρτίας. καὶ γὰρ ἐν τῇ πρὸς Ῥωμαίους τοῦ νόμου μνημονεύων καὶ τῆς διὰ τοῦ κυρίου διορθώσεως εἰσήγαγεν, τὸ οἱ γὰρ κατὰ σάρκα ζῶντες θεῷ ἀρέσαι οὐ δύνανται. διὰ τί δὲ συνεχωρήθη τὸ τρυφᾶν καὶ ἐσθίειν; ὅτι ἡ τῶν ὡμολογημένων κακῶν ἀποχὴ οὐκ ἂν προεχώρησεν, εἰ μὴ ἐνεδόθη αὐτοῖς τὸ ἐσθίειν 304 καὶ πίνειν· ᾔδει μὲν γὰρ ὁ νομοθέτης ὅτι ἀδύνατον τρυφῶντας κρατεῖν ἡδονῶν. τέως δὲ ἠθέλησε τὸν νοῦν παιδεῦσαι, ἵνα γνῷ τί καλὸν καὶ τί κακὸν καὶ τί τὸ εὐσεβές· προεώρα γὰρ ὅτι ἔμελλεν ἔρχεσθαι ὁ τὸ λεῖπον τῷ νόμῳ προστιθείς, λέγω δὴ τὸ μὴ κατὰ σάρκα περιπατεῖν, ὡς λέγει ὁ Παῦλος. Gal 6,7-8 Ἐδήλωσεν ἐκ τούτου ὅτι πολλοὶ ἀκαίρως μὲν ἀνήλισκον, παρέχοντες τοῖς τηρεῖν νόμον παρακελευομένοις, τοῖς δὲ τὴν Παύλου διδασκαλίαν κηρύττουσιν οὐδὲν παρεῖχον. διό φησιν· ὁ σπείρων εἰς τὴν σάρκα αὐτοῦ· ὁ γὰρ νόμῳ ὑποκείμενος ἐν τοῖς σαρκικοῖς ζῇ. ὁ τοίνυν τῷ ταῦτα διδάσκοντι παρέχων εἰς τὴν σάρκα σπείρει μόνον. Gal 6,14-15 Ἵνα μὴ νομισθῇ ἀκροβυστίας ἀντιποιεῖσθαι, καὶ οὐχὶ περιτομῆς καὶ διαβολῆς πρόφασιν δῷ τοῖς ἀντιλέγουσιν, κάλλιστα ἐπήγαγε τὸ τελευταῖον, ὅτι οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, καινὴν δὲ κτίσιν εἶπεν. περὶ ἧς ἀλλαχοῦ· εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις. εἰ καινή, φησί, κτίσις, μὴ γίνου ὑπὸ νόμον· ὁ γὰρ ζῶν κατὰ νόμον ἐν κόσμῳ ζῇ, ὁ δὲ ζῶν ἐν Χριστῷ, ἐν οὐρανοῖς πολιτεύεται. ἐσταύρωται οὖν ἐμοὶ κόσμος κἀγὼ κόσμῳ.