1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

24

ζʹ. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν δυνάμεσι καὶ ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως θελήσῃ. Οἱ μὲν σωμάτων ἐρῶντες, μόνοι τῶν πο θουμένων ἀπολαύειν σπουδάζουσι· τοὺς δὲ πειρω μένους λῃστεύειν τὰς σφίσιν αὐτοῖς ἀνακειμένας, μετὰ πολλῆς ἀπελαύνουσι τῆς σφοδρότητος. Οἱ δὲ πνευματικῶς ἐρῶντες, καὶ τὸν Θεὸν ποθοῦντες, πάν 81.93 τας ἀνθρώπους κοινωνῆσαι αὐτοῖς τοῦ φίλτρου παρα καλοῦσι. ∆ιὸ καὶ ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων ἡ νύμφη διηγησαμένη τὴν τοῦ νυμφίου περίληψιν, ὅτι "Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου," καὶ εἰρη κυῖα, "καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με," οὐκ ἀνέχεται μόνη ἐντρυφᾷν τῷ νυμφίῳ, οὐδὲ ἀποχρῆν ἡγεῖται μόνῃ τῶν ἱερῶν ἐκείνων ἀπολαύειν ἀγκαλῶν, ἀλλὰ καὶ τὰς νεάνιδας παρακαλεῖ· οὐ παρακαλεῖ δὲ μόνον, ἀλλὰ καὶ βιάζεται, καὶ ἀνάγκην ἐπιτίθησιν ὅρκου, ἵνα ἐγείρωσι καὶ ἐξεγείρωσι τὴν ἀγάπην, ἕως ἂν ὁ νυμφίος ἐθελήσῃ. Θυγατέρας δὲ Ἱερουσαλὴμ δηλονότι τῆς ἐπουρανίου ταύτας προσαγορεύει· περὶ ἧς ὁ μακάριος Παῦλός φησιν· "Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν." Ἀγρὸν δὲ τὸν κόσμον ὀνομάζει· οὕτω γὰρ καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις τὴν παραβολὴν ἑρμηνεύων φησὶν, ὅτι "Ἀγρός ἐστιν ὁ κόσμος." ∆υνάμεις δὲ καὶ ἰσχύας ἀγροῦ τὰς ἀγγελικὰς δυνά μεις φησὶ, τὰς τὸν κόσμον περιπολούσας κατὰ τὸ Θεοῦ θέλημα· ἢ τοὺς ἁγίους προφήτας καὶ ἀποστό λους, οἳ θείου Πνεύματος πληρωθέντες, καὶ τὴν οἰ κουμένην περινοστήσαντες, τοὺς ἀντιθέους καὶ θεο μισεῖς ἐξήλασαν δαίμονας, καὶ τὴν εὐσέβειαν ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς κατεφύτευσαν. Ἐν ἀπολαύσει τοίνυν ἡ νύμφη τοῦ νυμφίου γενομένη, καὶ πείρᾳ μαθοῦσα τὴν ἄῤῥητον ἐκείνην τρυφὴν, βοᾷ καὶ λέγει· "Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξ εγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσῃ·" τουτέστι, Μὴ ἐάσητε ἐν ὑμῖν τὴν περὶ τὸν Θεὸν ἀγάπην καθευδῆσαι· ἀλλὰ διεγείρατε αὐτὴν, καὶ πυρσεύσατε, καὶ ἐπιβάλλετε οἱονεὶ ἔλαιον τῶν εὐεργεσιῶν τὴν μνήμην· ἵνα μὴ καὶ περὶ ἡμῶν ῥηθῇ· "Ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδέν." Ἐὰν γὰρ μὴ ἀπαγγείλητε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ, καὶ μὴ μνησθῆτε τῶν θαυμασίων αὐτοῦ ὧν ἐποίει, ἀλλ' ἐπιλάθησθε τῶν εὐεργεσιῶν αὐτοῦ· σβεσθήσεται ἡ ἀγάπη, καὶ οἱονεὶ νεκρωθήσεται. Χρὴ δὲ ὑμᾶς διηνεκῶς ἐξάπτειν αὐτὴν, καὶ διεγείρειν, καὶ εἰς ὕψος αὐτὴν αἴρειν τὴν φλόγα. Μέτρον δὲ ποιεῖσθαι τῆς ἀγάπης, τοῦ νυμφίου τὸ βούλημα. Μὴ πρότερον οὖν παύσησθε ταύτην διεγείροντες, καὶ τὴν πυρὰν αὐτῆς ἐξάπτοντες, ἕως ἂν ὁ νυμφίος ἔχειν αὐτὴν εἴπῃ τὸ μέτρον. Τούτοις ἔοικε τὰ ὑπὸ τοῦ μακαρίου Παύλου Κορινθίοις γραφέντα, καὶ διὰ Κορινθίων πᾶσιν ἡμῖν· "Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀν δρίζεσθε, κραταιοῦσθε· πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω." Καὶ ἐν τῷ τέλει δὲ τῆς Ἐπιστολῆς φησιν· "Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν, ἤτω ἀνάθεμα." Οὕτως ἀγαπῶσιν οἱ θερμῶς ἀγαπῶντες τὸν σεσωκότα, ὡς τοὺς ἀγαπᾷν αὐτὸν οὐκ ἐθέλοντας ὡς ὀδωδότα καὶ σεσηπότα βδελύττεσθαι σώματα. Τοῦτο σημαίνει λέ 81.96 γων καὶ ὁ μακάριος ∆αβίδ· "Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετη κόμην; Τέλειον μῖσος ἐμίσουν αὐτοὺς, εἰς ἐχθροὺς ἐγένοντό μοι." Περὶ δὲ τῶν φιλούντων αὐτόν φησιν· "Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεὸς, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν." Οὕτω δὲ φιλεῖν τοὺς φιλοῦντας τοὺς φίλους οἱ μακάριοι ἄνδρες ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων ἐδιδάχθησαν. Αὐτὸς γὰρ πρῶτος ἔφη τῷ Ἀβραάμ· "Εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι." Λέγει δὲ καὶ τῷ Ἰσραήλ· "Ἐχθρεύσω τοὺς ἐχθρούς σου, καὶ ἀντικείσομαι τοῖς ἀντικειμένοις σοι." Ἐντεῦθεν ἐδι δάχθη καὶ ὁ ∆αβὶδ ἐκεῖνα εἰπεῖν, καὶ ὁ μακάριος Παῦ λος ἀνάθεμα ποιῆσαι τοὺς μὴ φιλοῦντας τὸν Κύριον· διὰ τοῦτο καὶ ἡ νύμφη ὁρκίζει τὰς