1

 2

 3

2

ἐαρινὴ προῆλθεν εὔκρατος χάρις, οὔτε φλογώδης καὶ πυρώδης ὡς θέρος, οὔτε φρικώδης καὶ παγώδης ὡς κρύος, ἀμφοῖν δ' ὁμαλῶς καὶ καλῶς κεκραμένη· σὺ δ' ἐφλέγου μὲν πυρετῶν λάβρῳ θέρει, ἐκρυσταλοῦ δὲ καὶ παροξυσμῶν κρύει, ἔαρ δὲ λυσίμοχθον οὐκ εἶχες μέσον, μᾶλλον δ' ὅπως ἂν ἀκριβέστερον φράσω, τὸ φθινόπωρον εἶχες ἐν τούτοις μέσον, δεινῶς ἀποφθίνουσα πᾶν τὸ σαρκίον.

Καὶ τοῖς μὲν ἄλλοις παντελῶς τεθνηκόσιν οὕτω τὸ σῶμα καὶ χαοῦται καὶ ῥέει· σὺ δ' ἐμπνέουσα καὶ παροῦσα τῷ βίῳ τῇ συγγενεῖ γῇ σὴν προσεκλήρου κόνιν. Ὦ παμμέγας νοῦς, ἀγγελικὴ καρδία, τὸ σῶμά σοι πᾶν ἔβλεπες διαρρέον καὶ τῶν μελῶν ἔθαπτες αὐτὴ τὰ πλέω, καὶ θῆλυς οὐδεὶς ἐξεπέμφθη σοι λόγος, οὐδ' ἡ νόσος γοῦν ἐξεμαλθάκισέ σε, οὐδὲ σχεθεῖσα τὸν λογισμὸν τῷ πάθει τὴν εἰς Θεὸν μεθῆκας εὐχαριστίαν, ἀλλ' ἀντετίθεις εὐγενῶς καὶ πανσόφως τοῖς πυρετοῖς μὲν τὴν πρὸς αὐτὸν ἐλπίδα, ἄλλην Ἀερμὼν τυγχάνουσάν σοι δρόσον, ταῖς δὲ φρίκαις ἔμπαλιν αὐτοῦ τὸν πόθον, ὃν θερμὸν ἐξέθρεψας ὡς πυρὸς φλόγα. Ἓν ἦν τὸ λυποῦν, ἓν τὸ δάκνον καὶ θλίβον καὶ τὸν μέγαν νοῦν ὑπτιάζον καὶ τρέπον, τὸ μὴ παρεῖναι τὸν γλυκὺν ξυνευνέτην, μητ' οὖν τὰ λοῖσθα καὶ βλέπεσθαι καὶ βλέπειν, καὶ συγγενῆ ῥοῦν συγγενῶν τῶν δακρύων ὡς ἀπὸ πηγῶν συγγενῶν ἀπορρέειν. Ὅθεν τὸ θεῖον ἐκτενῶς ἐλιπάρεις τόσην παρασχεῖν ἡμερῶν προθεσμίαν, τόσην βραβεῦσαι πρόσθεσίν σοι τοῦ βίου, ἕως ἂν ὄψει τοῦ ξυνεύνου τὴν θέαν, ὡς ἂν παράθῃ τὴν πνοὴν τούτῳ μόνῳ, ὃν ὑπὲρ αὐτὸν ἀνέπνεις τὸν ἀέρα.

Καί σοι κατ' εὐχὴν ἐξέβη τὰ πράγματα· εἶδες γὰρ αὐτὸν καὶ γλυκὺ προσεπλάκης, οὐ δακτύλοις μέν, τοῖς δὲ δακτύλων τύποις, ἀλλ' οὐδὲ χερσί, τοῖς δὲ χειρῶν ὀστέοις, ἀλλ' οὐδὲ σαρξί, τοῖς δὲ σαρκῶν λειψάνοις· ἔκλαυσας, ἀντέκλαυσεν, ἀντῴμωξέ σοι, ἔπλησεν ἐμφὺς δακρύων τὸν αὐχένα, τιλμῷ κατεσπάραξε τὴν χρυσῆν κόμην καὶ τὴν παρειὰν τὴν καλὴν ἤμυξέ σοι, τὸ καθ' ἑαυτὸν καὶ προεκτέθνηκέ σου. Καὶ ταῦτα μὲν βρότεια καὶ θνητῶν νόμοι, τὰ δ' ἔνθεν ὡς μίμησις αὐτῶν ἀγγέλων· αἰτεῖς τὸ σεπτὸν σχῆμα τῶν μονοτρόπων· ποθεῖς τὸ χρῆμα καὶ ποθοῦσα λαμβάνεις, βαβαί, σὺν οἵᾳ θερμότητι καρδίας καὶ σὺν ὅσῳ φλέγοντι δαλῷ τοῦ πόθου· καὶ ψυχικὴν ἅψασα λαμπρὰν λαμπάδα συννυμφαγωγῇ ταῖς φρονίμοις παρθένοις καὶ τοῦ γεώδους ἐκραγεῖσα νυμφίου αὐτῷ ξυνάπτῃ τῷ νοητῷ νυμφίῳ καινὴν συναφὴν μυστικῆς κοινωνίας. Εἴπω τὸ μεῖζον; Οὐδὲ μέχρι γοῦν θέας ἔρχῃ πρὸς αὐτὸν τὸν κάτω ξυνευνέτην, ὡς ἂν φυλάξῃς ἀμιάντους εἰς τέλος τὸν σαρκικόν τε καὶ τὸν ἐν Θεῷ γάμον· καὶ τὸ φρικῶδες· ἱερῶν ψαλμῶν μέσον τὸ πνεῦμα δίδως τῷ Θεῷ καὶ νυμφίῳ, αὐτὴ μύσασα τὰς πτύχας τῶν ὀμμάτων, αὐτὴ περιστείλασα σεμνῶς τὰς χέρας· μᾶλλον δέ, πρῶτα τὴν πνοὴν ἐρυγγάνεις, σιγᾷ δ' ἔπειτα τοῦ λαλεῖν σοι τὸ στόμα. Ὢ μακαριστοῦ καὶ σεβασμίου τέλους· κατ' ἀγγέλους ἔζησας ἐν τῷ νῦν βίῳ, κατ' ἀγγέλους ἐξῆλθες ἐκ τοῦ νῦν βίου, σὺν ἀγγέλοις νῦν τὴν κατοίκησιν φέρεις. Ὦ βασιλικὴ παμβόητος ἑστία, ἐν ᾗ τὸ φιλάνθρωπον ἦν πάλαι κάρα, ἄλλος μὲν εὐτυχῆ σε καλείτω δόμον, ἐγὼ δέ σε κλαυθμῶνος ἐξείπω τόπον· σὺ γὰρ (σιγῶ δὲ τοῦς μακροὺς τανῦν πόνους καὶ τοὺς μεγίστους καὶ κορυφαίους λέγω) πρῶτον μὲν αὐχεῖς τὴν βασίλειον κόνιν τοῦ παμμεγίστου παγκρατοῦς Ἀλεξίου καὶ τῆς ἀνάσσης τῆς μεγίστης Εἰρήνης, τοῦ ∆ουκοφυοῦς μυριοβλαστοῦ κλάδου, καὶ τὸν σοφὸν χοῦν καίσαρος τοῦ πανσόφου (εἴ τις σοφὸς χοῦς, ἀλλὰ μὴ χοῦς καὶ μόνον;) καὶ τὴν κόνιν νῦν τῆς καλῆς βασιλίδος τῆς δῶρον οὔσης τοῦ Θεοῦ φερωνύμως, εἰ καὶ μετωνόμαστο τοῦ τέλους πέλας, Αἰκατερίνα προσφυῶς κεκλημένη. Ἅδου πέδον σὺ καὶ νεκροστόλος τόπος καὶ βασιλικῶν ὀστέων ψυχρὸς φύλαξ. Ἀλλ' ὦ περιθρύλλητε τῷ κάλλει γύναι, ταῖς ἀρεταῖς δὲ κοσμιωτέρα πλέον καὶ παντὸς ἁπλῶς ἀγαθοῦ κατοικία, νύμφη Θεοῦ πάνσεμνε, νύμφη παγκάλη, αἴτει τὸν θεῖον ἐκτενῶς καὶ λιπάρει τοὺς ἄνθρακας μὲν τῶν πόνων ἀποσβέσαι τῷ σῷ ξυνεύνῳ, τῆς δὲ τούτου