1

 2

2

καὶ κύριος καὶ πατὴρ καὶ υἱὸς καὶ ὅσα τοιαῦτα ἐπὶ τῆς θείας κεῖται γραφῆς, ἀλλ' εἰς διδασκαλίαν τοῦ μὴ περιγραπτὸν ἐν τόπῳ εἶναι.

2 Kor 4,7 Τὸ ἵνα οὐκ ἐπ' αἰτίας λέγεται, ἀλλὰ συνήθως τὸ ἑπόμενον. 2 Kor

4,14 Καλῶς τὸ εἰδότες, ὡς ὅτι δὴ ὁμολογουμένης παρ' αὐτοῖς τῆς τοῦ Χριστοῦ ἀναστάσεως, ᾗ πάντως εἵπετο τὰ ὅμοια καὶ ἐπὶ τῶν λοιπῶν πιστεύειν αὐτούς. συνῆψε δὲ καὶ σὺν ὑμῖν, ὡς ἂν μὴ νομισθῇ ἴδιον αὐτοῦ μόνου εἶναι τὸ πρᾶγμα λέγειν.

2 Kor 5,9 Τὸ φιλοτιμούμεθα τέθεικεν πολλὴν ἐμφαίνων σπουδὴν ἣν περὶ τοῦτο ἐπιδείκνυσθαι ἡμᾶς βούλεται. 2 Kor 5,11 Ἀπὸ τοῦ εἰδότες οὖν τὸν φόβον τοῦ κυρίου καθαπτόμενος αὐτῶν παρενέθηκεν, λοιπὸν δὲ τὰ ἀκόλουθα τοῖς προκειμένοις 199 ἀποδέδωκεν· καὶ γὰρ συνεχόμεθα, φησίν, ὑπὸ τῆς περὶ τὸν Χριστὸν ἀγάπης εἰς τὸ πάντα πράττειν κατὰ τὸ δοκοῦν αὐτῷ.

2 Kor 6,6 Ἵνα εἴπῃ· καὶ περὶ τοὺς ἀγνώστους καὶ περὶ τοὺς γνωρίμους σπουδάζοντες εἶναι μακρόθυμοι· ἀγνότητι γάρ, οὐκ ἀγνείᾳ ἀλλ' ἀγνοίᾳ φησίν.

2 Kor 7,8 Προάγομαι, φησί, περὶ πάντων γράφειν καὶ ὧν οὐδένα ποιοῦμαι λόγον, εἰς μείζονα διάθεσιν ὑμᾶς τῇ βαρύτητι τῶν ῥημάτων ἐξελκόμενος.

2 Kor 8,23 Τὸ δὲ εἴτε καὶ εἴτε ἐνταῦθα οὐ κατ' ἀκρίβειαν διαιρέσεώς τινος ἕνεκεν τέθεικεν ἀλλὰ συνήθως, ἀδιαφορίαν πολλὴν ἐπὶ τῆς φράσεως ἐνδεικνύμενος.

2 Kor 10,3-4 Σάρκα πᾶν τὸ πρόσκαιρον λέγει καὶ εὐδιάλυτον. ἐπειδὴ τοίνυν τῆς κατὰ νόμον ἀγωγῆς τὰ προστάγματα θνητοῖς ἁρμόζειν δύναται μόνον κατὰ τὸν παρόντα βίονἐπὶ γὰρ τοῦ μέλλοντος αἰῶνος ὅτε πάντες ἄφθαρτοί τε καὶ ἀθάνατοι μέλλομεν εἶναι, οὐδεμία τούτων φυλακὴ τῶν νομίμων παρείσδυσιν ἔχεικατὰ σάρκα λέγει περιπατεῖν τὸ κατὰ νόμον ζῆν. καὶ πάλιν φησίν· εἰ γὰρ καὶ θνητοὶ ἔτι τυγχάνομεν, ἀλλ' οὐ θνητὴν στρατιὰν στρατευόμεθα. 2 Kor 10,5-6 Ἀντὶ τοῦ ἐπὶ τῷ πληρωθῆναι ὑμῶν τὴν ὑπακοήν· βούλεται γὰρ εἰπεῖν ὅτι καὶ τοὺς ἀπειθεῖς εἴτε τῶν ἀλλοτρίων εἴτε καὶ τῶν οἰκείων τιμωρούμεθα ταῖς τοῦ πνεύματος ἐνεργείαις, ἐπὶ τῷ διὰ πάντων ὑμῶν τῶν πιστευόντων τὴν ὀφειλομένην τῷ Χριστῷ πληροῦσθαι ὑπακοήν.

2 Kor 11,29 Ἀσθενοῦντας μὲν λέγει τοὺς ἁμαρτάνοντας, οἷον εἰπεῖν ὡς τὸν παρὰ Κορινθίοις ἡμαρτηκότα· σκανδαλιζομένους δὲ τοὺς ἐν αὐτῷ τῷ τῆς εὐσεβείας παρατρεπομένους λόγῳ. 0

2 Kor 12, 1-4 Ἐπειδὴ τοῦ θεοῦ δείκνυται τὰ γενόμενα, φησίν· ὑπὲρ τοῦ τοιούτου καυχήσομαι. εἰ δὲ ὑπὲρ ἐμαυτοῦ καυχᾶσθαι ἀναγκαζοίμην, τὰς ἀσθενείας προβαλοῦμαι μόνον. τὸ δὲ ἤκουσεν ὡς ἀπὸ τῆς ἀποκαλύψεως εἶπεν, ὡς ἂν δίκην ἀκοῆς τὴν γνῶσιν αὐτῶν δεξάμενος, οἷόν ἐστι τὸ τοῦ προφήτου· τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; ἀκοὴν λέγοντος τὴν ἀποκάλυψιν δι' ἧς ὥσπερ διά τινος ἀκοῆς τῶν προσηκόντων τὴν γνῶσιν ἐλάμβανεν. τὰ δὲ ῥήματα πράγματα εἶναί φησιν· ἑωρακέναι γὰρ αὐτὸν τοῦ παραδείσου τὸ κάλλος εἰκός, καὶ τὰς ἐν ἐκείνῳ τῶν ἁγίων χορείας καὶ τὴν παναρμόνιον τῆς ὑμνῳδίας φωνήν.

2 Kor 13,11 Ταῦτα οὐχ ὡς συμβουλεύων ἀλλ' ἐπευχόμενος αὐτοῖς φησιν, ἀντὶ τοῦ εἴη ὑμᾶς χαίρειν , προκόπτειν καὶ τὰ ἑξῆς.