Fragments of Justin Martyr

 01 Καὶ ὁ θαυμασιώτατος Ἰουστῖνος ὀρθῶς ἐξεφώνησεν ἐοικέναι τοὺς προειρημένους λῃσταῖς.

 02 Αὐτῷ τῷ κυρίῳ οὐκ ἂν ἐπείσθην, ἄλλον θεὸν καταγγέλλοντι παρὰ τὸν δημιουργὸν

 03 Πρὸ μὲν τῆς τοῦ κυρίου παρουσίας οὐδέποτε ἐτόλμησεν ὁ σατανᾶς βλασφημῆσαι τὸν θεόν, ἅτε μηδέπω εἰδὼς αὐτοῦ τὴν κατάκρισιν, διὰ τὸ ἐν παραβολαῖς καὶ

 04

 05 Ἰουστῖνος δὲ ὁ Νεαπολίτης, ἀνὴρ οὔτε τῷ χρόνῳ πόῤῥω ὢν τῶν ἀποστόλων οὔτε τῇ ἀρετῇ, κληρονομεῖσθαι μὲν τὸ ἀποθνῆσκον, κληρονομεῖν δὲ τὸ ζῶν λέγει,

 06 Οὔτε στενοχωρία παρὰ θεῷ οὔτε ἀναρίθμητόν τι.

 07 Οὐ τὸν θεὸν βλάψομεν ἀγνοοῦντες αὐτόν, ἀλλ' ἑαυτοὺς ἀποστερήσομεν τῆς αὐτοῦ φιλίας.

 08

 10 [10a] Δι' ἀμφοῖν τοῖν ὀρνέοιν σημαίνεται ὁ Χριστός, καὶ τεθνεὼς ὡς ἄνθρωπος καὶ ζῶν ὡς θεός. Ὀρνιθίῳ δὲ παρεικάζεται διὰ τὸ ἄνωθεν καὶ ἐξ οὐρανοῦ ν

 11 Πλάσας ὁ θεὸς κατ' ἀρχὰς τὸν ἄνθρωπον τῆς γνώμης αὐτοῦ τὰ τῆς φύσεως ἀπῃώρησεν, ἐντολῇ μιᾷ ποιησάμενος τὴν διάπειραν. Φυλάξαντα μὲν γὰρ ταύτην τῆς

 13 Οὐ περὶ ἐθνῶν ἀλλοφύλων φησίν, ἀλλὰ περὶ τοῦ συμφωνοῦντος τοῖς ἔθνεσιν κατὰ τὸ εἰρημένον ὑπὸ Ἱερεμίου: Πικρόν σοι τὸ καταλιπεῖν ἐμέ, λέγει κύριος ὁ

 15 Καὶ τὸ μὴ κεῖσθαι δὲ ἐπὶ τῆς ἑβδόμης ἡμέρας κατ' ἰσότητα τῶν ἄλλων ἡμερῶν τὸ ”Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωῒ” σύμβολόν ἐστιν ἐναργὲς τῆς ἐν αὐ

 14 Οὔτε τὸ φῶς ἔσται σκότος ποτέ, ἕως ἂν ᾖ φῶς, οὔτε ἡ τῶν παρ' ἡμῖν πραγμάτων ἀλήθεια διελεγχθήσεται. Ἀλήθεια γάρ ἐστι, καὶ ταύτης ἰσχυρότερον οὐδέν.

 16 Πρὸς σκληρὰν καὶ ἀπειθῆ καρδίαν λόγος ὑγιὴς οὐκ εἰσέρχεται, ἀλλ' ὥσπερ ἀντιτυπούμενος πρὸς ἑαυτὸν ἐπανέρχεται.

 17 [17a] Ὡς δὲ σώματος ἀγαθὸν ὑγεία, οὕτως ψυχῆς ἀγαθὸν γνῶσις θεοῦ, ὑγεία τις οὖσα ψυχῆς, καθ' ἣν πρὸς θεὸν ὁμοίωσις γίνεται.

 12 [17b] Ὥσπερ πᾶσι τοῖς γενομένοις σώμασιν ὑπὸ τοῦ θεοῦ συνυπάρχει καὶ τὸ σκιὰν ἔχειν, οὕτως καὶ τῷ θεῷ, δικαίῳ ὄντι, τοῖς τὰ καλὰ ἑλομένοις καὶ τοῖς

 09 [17c] Δυσαναβίβαστος ἡ ψυχὴ πρὸς ταῦτα ἀφ' ὧν ὠλίσθησε καλῶν, δυσεκβίβαστός τε τούτων ὧν συνειθίσθη κακῶν. [Εἰ μὲν σαυτόν ποτε ἠθέλησας μέμψασθαι,

 18 Τὸ ὑποπεσεῖν καὶ παραχωρῆσαι τοῖς πάθεσιν ἐσχάτη δουλεία, ὥσπερ τὸ κρατεῖν τούτων ἐλευθερία μόνη. Μεγίστου ὄντος ἀγαθοῦ τὸ μὴ ἁμαρτάνειν, δεύτερον

 19 Τὸ εὖ πράττειν ἡγοῦμαι, ὦ ἄνδρες, οὐκ ἄλλο τι εἶναι ἢ τὸ κατὰ ἀλήθειαν ζῆν: τὸ δὲ εὖ ζῆν ἢ κατὰ ἀλήθειαν οὐκ ἄνευ τοῦ κατανοῆσαι τὴν τῶν πραγμάτων

 20 [17d?] Λανθάνει μέν, ὡς εἰκός, αὐτοὺς ὡς ἐκ πλάνης τῇ ἀληθείᾳ διὰ τῆς ὄντως πίστεως ἐξεστηκώς, αὐτὸς δὲ ἀληθῶς οἶδεν ἑαυτόν, οὐχ, ὅ φασιν ἐκεῖνοι,

 Εἰ σύνδρομον ἔχει θεὸς τῇ φύσει τὴν θέλησιν ὥσπερ καὶ τὴν ἐνέργειαν (ἀεὶ γὰρ φύσει θελητικὸς καὶ ἐνεργητικὸς ὑπάρχει ὁ θεός), οὐδὲν τῶν θελητικῶν τῆς

 Ἐνέργεια πάσης οὐσίας ἐστὶν ἡ προσφυὴς αὐτῇ ποιότης. Ἐνέργεια φυσική τε καὶ συστατική ἐστιν ἡ ὁριστικὴ διαφορὰ τῆς τοῦ δηλουμένου πράγματος φύσεως, ἧς

XV.

And the fact that it was not said of the seventh day equally with the other days, “And there was evening, and there was morning,” is a distinct indication of the consummation which is to take place in it before it is finished, as the fathers declare, especially St. Clement, and Irenæus, and Justin the martyr and philosopher, who, commenting with exceeding wisdom on the number six of the sixth day, affirms that the intelligent soul of man and his five susceptible senses were the six works of the sixth day. Whence also, having discoursed at length on the number six, he declares that all things which have been framed by God are divided into six classes,—viz., into things intelligent and immortal, such as are the angels; into things reasonable and mortal, such as mankind; into things sensitive and irrational, such as cattle, and birds, and fishes; into things that can advance, and move, and are insensible, such as the winds, and the clouds, and the waters, and the stars; into things which increase and are immoveable, such as the trees; and into things which are insensible and immoveable, such as the mountains, the earth, and such like. For all the creatures of God, in heaven and on earth, fall under one or other of these divisions, and are circumscribed by them.— From the writings of Anastasius.

15 Καὶ τὸ μὴ κεῖσθαι δὲ ἐπὶ τῆς ἑβδόμης ἡμέρας κατ' ἰσότητα τῶν ἄλλων ἡμερῶν τὸ ”Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωῒ” σύμβολόν ἐστιν ἐναργὲς τῆς ἐν αὐτῇ γενομένης συντελείας πρὸ τῆς συμπληρώσεως αὐτῆς, ὥς φασιν οἱ πατέρες, καὶ μάλιστα οἱ περὶ τὸν ἱερὸν Κλήμεντα καὶ Εἰρηναῖον καὶ Ἰουστῖνον τὸν μάρτυρα καὶ φιλόσοφον, ὅστις, λίαν γε ὑπερσόφως εἰς τὸν ἕκτον ὑπομνηματίζων τῆς ἕκτης ἡμέρας ἀριθμόν, τὴν νοερὰν τοῦ ἀνθρώπου ψυχὴν καὶ τὰς πέντε αὐτοῦ αἰσθητικὰς αἰσθήσεις λέγει εἶναι ἓξ ἔργα τῆς ἕκτης ἡμέρας. Ὅθεν καί, πολλὰ διεξελθὼν περὶ τοῦ ἕκτου ἀριθμοῦ, πάντα φησὶ τὰ ὑπὸ θεοῦ δημιουργηθέντα ἑξαχῶς διαιρεῖσθαι, τουτέστιν εἰς νοερὰ καὶ ἀθάνατα, οἷοί εἰσιν οἱ ἄγγελοι, καὶ εἰς λογικὰ θνητά, οἵτινές εἰσιν οἱ ἄνθρωποι, καὶ εἰς αἰσθητικὰ ἄλογα, οἷά εἰσι τὰ κτήνη καὶ τὰ πετεινὰ καὶ οἱ ἰχθύες, καὶ εἰς ἐκπορευτὰ μεταστατικὰ ἀναίσθητα, οἷά εἰσιν οἱ ἄνεμοι καὶ αἱ νεφέλαι καὶ τὰ ὕδατα καὶ οἱ ἀστέρες, καὶ εἰς αὐξητικὰ ἀμετάστατα, οἷά εἰσι τὰ δένδρα, καὶ εἰς ἀναίσθητα ἀμετάστατα, οἷά εἰσι τὰ ὄρη καὶ ἡ γῆ καὶ τὰ τοιαῦτα. Πάντα γὰρ κτίσματα τοῦ θεοῦ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς μιᾶς τινος τούτων τῶν ἓξ διαστολῶν ἅπτεται καὶ ἐν αὐταῖς περιώρισται.