ΛΟΓΟΣ ΛΗʹ. Εἰς τὰ Θεοφάνια, εἴτουν Γενέθλια τοῦ Σωτῆρος.

 Αʹ. Χριστὸς γεννᾶται, δοξάσατε: Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε: Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. Ἄ|σατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ: καὶ, ἵν' ἀμφότερα συνελὼν εἴπω,

 Βʹ. Πάλιν τὸ σκότος λύεται, πάλιν τὸ φῶς ὑφίσταται, πάλιν Αἴγυπτος σκότῳ κολάζεται, πάλιν Ἰσραὴλ στύλῳ φωτίζεται. Ὁ λαὸς, ὁ καθήμενος ἐν σκότει τῆς ἀγ

 Γʹ. Ταῦτα μὲν ὕστερον. Τὰ δὲ νῦν Θεοφάνια, ἡ πανήγυρις, εἴτουν Γενέθλια: λέγεται γὰρ ἀμφότερα, δύο κειμένων προσηγοριῶν ἑνὶ πράγματι. Ἐφάνη γὰρ Θεὸς ἀ

 Δʹ. Τοῦτό ἐστιν ἡμῖν ἡ πανήγυρις, τοῦτο ἑορτάζομεν σήμερον, ἐπιδημίαν Θεοῦ πρὸς ἀνθρώπους, ἵνα πρὸς Θεὸν ἐνδημήσωμεν, ἢ ἐπανέλθωμεν (οὕτω γὰρ εἰπεῖν ο

 Εʹ. Ἔσται δὲ τοῦτο πῶς Μὴ πρόθυρα στεφανώσωμεν, μὴ χοροὺς συστησώμεθα, μὴ κοσμήσωμεν ἀγυιὰς, μὴ ὀφθαλμὸν ἑστιάσωμεν, μὴ ἀκοὴν καταυλήσωμεν, μὴ ὄσφρησ

 #2ʹ. Ἀλλὰ ταῦτα μὲν Ἕλλησι παρῶμεν, καὶ Ἑλληνικοῖς κόμποις, καὶ πανηγύρεσιν: οἳ καὶ θεοὺς ὀνομάζουσι κνίσσαις χαίροντας, καὶ ἀκολούθως τὸ θεῖον τῇ γασ

 Ζʹ. Θεὸς ἦν μὲν ἀεὶ, καὶ ἔστι, καὶ ἔσται: μᾶλλον δὲ ἔστιν ἀεί. Τὸ γὰρ ἦν, καὶ ἔσται, τοῦ καθ' ἡμᾶς χρόνου τμήματα, καὶ τῆς ῥευστῆς φύσεως: ὁ δὲ ὢν ἀεὶ

 Ηʹ. Διχῆ δὲ τοῦ ἀπείρου θεωρουμένου, κατά τε ἀρχὴν καὶ τέλος (τὸ γὰρ ὑπὲρ ταῦτα, καὶ μὴ ἐν τούτοις, ἄπειρον), ὅταν μὲν εἰς τὸν ἄνω βυθὸν ὁ νοῦς ἀποβλέ

 Θʹ. Ἐπεὶ δὲ οὐκ ἤρκει τῇ ἀγαθότητι τοῦτο, τὸ κινεῖσθαι μόνον τῇ ἑαυτῆς θεωρίᾳ, ἀλλ' ἔδει χεθῆναι τὸ ἀγαθὸν καὶ ὁδεῦσαι, ὡς πλείονα εἶναι τὰ εὐεργετούμ

 Ιʹ. Οὕτω μὲν οὖν ὁ νοητὸς αὐτῷ, καὶ διὰ ταῦτα ὑπέστη κόσμος, ὡς ἐμὲ γοῦν περὶ τούτων φιλοσοφῆσαι, μικρῷ λόγῳ τὰ μεγάλα σταθμώμενον. Ἐπεὶ δὲ τὰ πρῶτα κ

 ΙΑʹ. Νοῦς μὲν οὖν ἤδη καὶ αἴσθησις, οὕτως ἀπ' ἀλλήλων διακριθέντα, τῶν ἰδίων ὅρων ἐντὸς εἱστήκεισαν, καὶ τὸ τοῦ δημιουργοῦ Λόγου μεγαλεῖον ἐν ἑαυτοῖς

 ΙΒʹ. Τοῦτον ἔθετο μὲν ἐν τῷ παραδείσῳ, ὅστις ποτὲ ἦν ὁ παράδεισος οὗτος, τῷ αὐτεξουσίῳ τιμήσας, ἵν' ᾖ τοῦ ἑλομένου τὸ ἀγαθὸν οὐχ ἧττον ἢ τοῦ παρασχόντ

 ΙΓʹ. Πολλοῖς δὲ παιδευθεὶς πρότερον, ἀντὶ πολλῶν τῶν ἁμαρτημάτων, ὧν ἡ τῆς κακίας ῥίζα ἐβλάστησε κατὰ διαφόρους αἰτίας καὶ χρόνους, λόγῳ, νόμῳ, προφήτ

 ΙΔʹ. Πρὸς ταῦτα τί φασιν ἡμῖν οἱ συκοφάνται, οἱ πικροὶ τῆς θεότητος λογισταὶ, οἱ κατήγοροι τῶν ἐπαινουμένων, οἱ σκοτεινοὶ περὶ τὸ φῶς, οἱ περὶ τὴν σοφ

 ΙΕʹ. Ἀπεστάλη μὲν, ἀλλ' ὡς ἄνθρωπος: διπλοῦς γὰρ ἦν: ἐπεὶ καὶ ἐκοπίασε, καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἠγωνίασε, καὶ ἐδάκρυσε νόμῳ σώματος: εἰ δὲ καὶ

 Ι#2ʹ. Μικρὸν μὲν οὖν ὕστερον ὄψει καὶ καθαιρόμενον Ἰησοῦν ἐν τῷ Ἰορδάνῃ τὴν ἐμὴν κάθαρσιν: μᾶλλον δὲ ἁγνίζοντα τῇ καθάρσει τὰ ὕδατα (οὐ γὰρ δὴ αὐτὸς ἐ

 ΙΖʹ. Νυνὶ δέ μοι δέξαι τὴν κύησιν, καὶ προσκίρτησον: εἰ καὶ μὴ ὡς Ἰωάννης ἀπὸ γαστρὸς, ἀλλ' ὡς Δαβὶδ ἐπὶ τῇ καταπαύσει τῆς κιβωτοῦ. Καὶ τὴν ἀπογραφὴν

 ΙΗʹ. Ἓν μίσησον τῶν περὶ τὴν Χριστοῦ γένναν, τὴν Ἡρώδου παιδοκτονίαν: μᾶλλον δὲ καὶ ταύτην αἰδέσθητι, τὴν ἡλικιῶτιν Χριστοῦ θυσίαν, τοῦ καινοῦ σφαγίου

XVII.  Now then I pray you accept His Conception, and leap before Him; if not like John from the womb,50    Luke i. 41. yet like David, because of the resting of the Ark.51    2 Sam. vi. 14.  Revere the enrolment on account of which thou wast written in heaven, and adore the Birth by which thou wast loosed from the chains of thy birth,52    Luke ii. 1–5. and honour little Bethlehem, which hath led thee back to Paradise; and worship the manger through which thou, being without sense, wast fed by the Word.  Know as Isaiah bids thee, thine Owner, like the ox, and like the ass thy Master’s crib;53    I.e., original sin (Ps. li. 5). if thou be one of those who are pure and lawful food, and who chew the cud of the word and are fit for sacrifice.  Or if thou art one of those who are as yet unclean and uneatable and unfit for sacrifice, and of the gentile portion, run with the Star, and bear thy Gifts with the Magi, gold and frankincense and myrrh,54    Isa. i. 3. as to a King, and to God, and to One Who is dead for thee.  With Shepherds glorify Him;55    Matt. ii. with Angels join in chorus; with Archangels sing hymns.  Let this Festival be common to the powers in heaven and to the powers upon earth.56    Luke ii. 14, 15.  For I am persuaded that the Heavenly Hosts join in our exultation and keep high Festival with us to-day57    The Liturgy.…because they love men, and they love God just like those whom David introduces after the Passion ascending with Christ58    Ps. xxiv. and coming to meet Him, and bidding one another to lift up the gates.

ΙΖʹ. Νυνὶ δέ μοι δέξαι τὴν κύησιν, καὶ προσκίρτησον: εἰ καὶ μὴ ὡς Ἰωάννης ἀπὸ γαστρὸς, ἀλλ' ὡς Δαβὶδ ἐπὶ τῇ καταπαύσει τῆς κιβωτοῦ. Καὶ τὴν ἀπογραφὴν αἰδέσθητι, δι' ἣν εἰς οὐρανοὺς ἐγράφης: καὶ τὴν γέννησιν σεβάσθητι, δι' ἣν ἐλύθης τῶν δεσμῶν τῆς γεννήσεως: καὶ τὴν Βηθλεὲμ τίμησον τὴν μικρὰν, ἥ σε πρὸς τὸν παράδεισον ἐπανήγαγε: καὶ τὴν φάτνην προσκύνησον, δι' ἣν ἄλογος ὢν, ἐτράφης ὑπὸ τοῦ Λόγου. Γνῶθι, ὡς βοῦς, τὸν κτησάμενον, Ἡσαΐας διακελεύεταί σοι, καὶ, ὡς ὄνος, τὴν φάτνην τοῦ κυρίου αὐτοῦ: εἴτε τῶν καθαρῶν τις εἶ, καὶ ὑπὸ τὸν νόμον, καὶ μηρυκισμὸν ἀναγόντων τοῦ λόγου, καὶ πρὸς θυσίαν ἐπιτηδείων: εἴτε τῶν ἀκαθάρτων τέως, καὶ ἀβρώτων, καὶ ἀθύτων, καὶ τῆς ἐθνικῆς μερίδος. Μετὰ τοῦ ἀστέρος δράμε, καὶ μετὰ Μάγων δωροφόρησον, χρυσὸν, καὶ λίβανον, καὶ σμύρναν, ὡς βασιλεῖ, καὶ ὡς Θεῷ, καὶ ὡς διὰ σὲ νεκρῷ. Μετὰ ποιμένων δόξασον, μετὰ ἀγγέλων ὕμνησον, μετὰ ἀρχαγγέλων χόρευσον. Ἔστω κοινὴ πανήγυρις οὐρανίων καὶ ἐπιγείων δυνάμεων. Πείθομαι γὰρ κἀκείνας συναγάλλεσθαι καὶ συμπανηγυρίζειν σήμερον: εἴπερ εἰσὶ φιλάνθρωποι καὶ φιλόθεοι, ὥσπερ ἃς Δαβὶδ εἰσάγει μετὰ τὸ πάθος συνανιούσας Χριστῷ, καὶ προσυπαντώσας, καὶ διακελευομένας ἀλλήλαις τὴν τῶν πυλῶν ἔπαρσιν.