Laudatio Barnabae apostoli Ἀλεξάνδρου μοναχοῦ ἐγκώμιον εἰς τὸν ἅγιον Βαρνάβαν τὸν ἀπόστολον, προτραπέντος ὑπὸ τοῦ πρεσβυτέρου καὶ κλειδούχου τοῦ σεβασ

 ὀνομαζόμενος ὁ ἀπόστολος. Τιμήσωμεν οὖν αὐτὸν κατὰ δύναμιν· τὸ γὰρ κατὰ δύναμιν εἰπεῖν εὐγνωμοσύνης ἀπόδειξις· τὸ δὲ κατ' ἀξίαν λέγειν συγχωρήσωμεν ἔχ

 ἀπόστολον ἐπᾶραι τοῖς ἐγκωμίοις ποθῶν, καὶ οὔπω ἥψατο τοῦ προοιμίου· τοῖς γὰρ ἐπαίνοις ἀπρό σιτος τυγχάνει ὁ θαυμάσιος. ∆ιὸ ἀφέντες ὡς ἀνέφικτον τὸν π

 ἐπεθύμουν ἰδεῖν οἱ πατέρες ἡμῶν· ἰδοὺ γὰρ Ἰησοῦς τίς προφήτης ἀπὸΝαζαρὲτ τῆς Γαλιλαίας ἐστὶν ἐν τῷ ἱερῷ, μεγαλοπρεπῶς θαυματουργῶν, καὶ ὡς τοῖς πολλοῖ

 ἄγροικον καὶ βιοθανῆ. Ὡς δὲ εἶδε τὰ διὰ τῶν ἀποστόλων γινόμενα τῶν θαυμάτων μεγα λουργήματα καὶ τοῦ λαοῦ τὸ πλῆθος τῶν καθ' ἡμέραν προστιθεμένων τῷ λό

 μαχον ὁ κύριος δι' ἑαυτοῦ ἐχειροτόνησεν. Τότε διηγήσατο αὐτοῖς ὁ Παῦλος ὅσα συνέβη αὐτῷ κατὰ τὴν ὁδόν, καὶ ὅτι εἶδε τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ,

 περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον. Ἰδὼν δὲ αὐτοὺς ὁ Μάρκος ὑπὸ πάντων τιμωμένους καὶ ὅτι μετὰ τοσαύτας αἰκίας καὶ κινδύνους ἐρρωμένοι εἰσὶ καὶ ὁλόκλη

 Ἰησοῦ Χριστοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάσσειν καὶ ποιεῖν αὐτὰς καὶ ἀπέχεσθαι ἀπὸ παντὸς πονηροῦ πράγματος· δεῖ γὰρ πάντας ἡμᾶς παραστῆναι τῷ βήματι τ

 ἀρεσθείς, ἔγνω θεό πνευστον αὐτὴν εἶναι· καὶ χειροτονήσας τὸν Μάρκον, ἀπέστειλεν αὐτὸν ὡς ἱκανώτατον εἰς Ἀλεξάνδρειαν τὴν πρὸς Αἴγυπτον καὶ Λιβύην καὶ

 ἀνακαλέσασθαι αὐτὸν ἐκ τοῦ βαράθρου τῆς ἀσεβείας, ὡς δὲ εἶδον αὐτὸν ἀντι λέγοντα καὶ μᾶλλον θρασυνόμενον κατὰ τῆς ὀρθοδόξου πίστεως, τότε ἀπεφήναντο κ

 βασιλεύουσαν καὶ ἐπὶ τοῦ οἰκουμενικοῦ πατριάρχου κριθῆναι πρὸς τοὺς Ἀντιοχείας, ἀπεναρκώθη τῷ φόβῳ, ὑφορώμενος τὰς τοῦ Κναφέως συσκευάς· Ἀνθέμιος δὲ ἦ

 αὐτοῦ καὶ ἐπέτρεψε τῷ πατριάρχῃ διακοῦσαι μετὰ τῆς ἐνδημούσης συνόδου τὰ μεταξὺ τῶν μερῶν καὶ τὸ παριστάμενον διαλαλῆσαι. Τοῦ δὲ συνεδρίου συγκροτηθέν

 Κυπρίους Κωνσταντιεῖς μηνὶ Μεσωρὶ τοῦ καὶ δεκάτου ἑνδεκάτῃ, κατὰ δὲ Ἀσιανοὺς ἤτοι κατὰ Παφίους μηνὶ Πληθυπάτῳ τοῦ καὶ ἐννάτου ἐννεακαιδεκάτῃ, συναγόμε

Laudatio Barnabae apostoli Ἀλεξάνδρου μοναχοῦ ἐγκώμιον εἰς τὸν ἅγιον Βαρνάβαν τὸν ἀπόστολον, προτραπέντος ὑπὸ τοῦ πρεσβυτέρου καὶ κλειδούχου τοῦ σεβασμίου

αὐτοῦ ναοῦ, ἐν ᾧ ἱστορεῖται καὶ ὁ τρόπος τῆς ἀποκαλύψεως τῶν ἁγίων αὐτοῦ λειψάνων.

Μεγίστην λόγων ὑπόθεσιν προέθετο τοῖς πτωχοτάτοις ἡμῖν ἡ πατρικὴ ὑμῶν

φιλομαθία, ὧ πατέρων ἄριστε καὶ ἀσκητῶν δοκιμώτατε πάτερ· προεβάλετο γὰρ ἡμῖν εἰς εὐφημίαν τὸν θεσπέσιον καὶ ὡς ἀληθῶς τρισμακάριον καὶ ἐν ἀποστόλοις ἐπισημότατον υἱὸν τῆς παρακλήσεως καὶ φωστῆρα τῆς οἰκουμένης, Βαρνάβαν τὸν πολυΰμνητον. Ἀλλ' ἐγὼ πρὸς ταύτην τὴν ὑπερλίαν ὑπόθεσιν τὴν ἐμαυτοῦ ἀπαιδευσίαν ἀντεξάγων, τὴν ὑπακοὴν ἐπὶ πλεῖστον χρόνον παρῃτησάμην, τὴν ἐγχείρησιν ὀρρωδῶν· ποῖος γὰρ καὶ λόγος ἐφικέσθαι δύναται τῆς ἀποστολικῆς τελειότητος;Οὐ μόνον γὰρ ἐμοὶ ἀδύνατον τὸ τοιοῦτον καθέστηκεν ἐγχείρημα, ἀλλὰ καὶ τοῖς πολλοῖς δυσχερές· οἶμαι γὰρ πᾶσαν ἀνθρώπων φύσιν λείπεσθαι πρὸς διήγησιν τῶν τοῦ μεγίστου ἀποστόλου Βαρνάβα ἀγαθῶν πράξεων· εἰ δὲ καὶ ἐπιχειρήσειέ τις περὶ αὐτοῦ λέγειν τί, παρὰ πολὺ μὲν τοῦ μέτρου τῆς ἀξίας τῶν πραγμάτων ἀπο λειφθήσεται, κἂν λίαν σοφὸς καὶ ἐπιστήμων τυγχάνῃ καὶ περὶ λόγους δυνατώτατος, εὑρεθήσεται δὲ βυθῷ θαυμάτων ἐγκυβιστούμενος. Ἄλλος μὲν οὖν ἄλλο τι τῶν δικαίων ἕκαστος παρὰ τοῦ Πνεύματος τοῦ ἁγίου εἴληφε χάρισμα, οἱ δὲ ἀπόστολοι πάντα ὁμοῦ τῶν χαρισμάτων ὑπεδέξαντο τὸν θησαυρὸν καὶ πᾶσαν ἀρετὴν ἐπεδείξαντο.

Πῶς οὖν ὁ τάλας ἐγώ, ὑπὸ μυρίων παθῶν καταπεποντισμένος, δυνήσομαι τὴν ἀποστολικὴν θάλασσαν διανήξασθαι; Ἰσχνόφωνος γὰρ γραφικῶς εἰπεῖν καὶ βραδύγλωσσος, καὶ οὐκ εὔλαλός εἰμι ἐγώ, ἵνα τὰς ὑπὲρ ἄνθρωπον ἀρετὰς τοῦ θεσπεσίου ἀποστόλου Βαρνάβα διηγήσωμαι· πάσας γὰρ ὁμοῦ οὗτος τὰς ἀρετὰς κατώρθωσεν ἀκριβῶς, ὡς οὐδεμίαν τῶν ἄλλων οὐδείς. ∆ιατοῦτο ἀνεβαλόμην ἐπὶ πολὺ τὴν ὑπακοήν, εἰδὼς τὴν ἐμαυτοῦ ἀναξιότητα μὴ ἐπαρκοῦσαν πρὸς διήγησιν τῶν τοῦ ἀνδρὸς εὐκλεεστάτων κατορθωμάτων.Μνησθεὶς δὲ ἔναγχος τῆς θεοπνεύστου Γραφῆς, λε γούσης ὅτι δὴ υἱὸς ἀνήκοος ἐν ἀπωλείᾳ ἔσται, ὁ δὲ ὑπήκοος ἔσται ταύτης ἐκτός, μόλις μετὰ πολλοῦ τοῦ δέους διανέστησα ἐμαυτὸν εἰς τὴν τοῦ ὑμετέρου ἐπι τάγματος ἐκπλήρωσιν, κρεῖττον ἡγησάμενος περὶ ἐλλεί ψεως ἐγκληθῆναι μᾶλλον, ἢ περὶ τελείας ἀγνωμοσύνης κατακριθῆναι. Μόνον συναγωνίσασθέ μοι ἐν ταῖς προ σευχαῖς ἀρωγὸν τοῦ λόγου μοι γενέσθαι τὸ πανάγιονΠνεῦμα· ἀρέσει γάρ, ὡς οἶμαι, καὶ τῷ εὐφημουμένῳ τὸ λεγόμενον παρ' ἡμῶν τῶν μηδαμινῶν, ὡς ποτὲ ἤρεσε τῷ αὐτοῦ δεσπότῃ ἡ τῶν δύο λεπτῶν τῆς πενιχρᾶς χήρας προσκομιδή· οὐ γὰρ ἡ ποσότης τῶν διδομένων τῷ θεῷ εὐπρόσδεκτος, ἀλλὰ τὸ μετὰ γνώμης ἀγαθῆς προσφερόμενον, εἴτε μικρόν, εἴτε πολύ, εὐαγές.Βαρνάβαν δὲ ἐπαινῶν, πάντων ὁμοῦ τῶν ἀποστόλων τὸ ἱερὸν ἱεράτευμα ἐπαινέσομαι· ὧν γὰρ ἡ κλῆσις μία καὶ ἡ δόξα ἡ αὐτή, καὶ ὧν ἡ τάξις μία καὶ τὸ ἀξίωμα τὸ αὐτό, καὶ ὧν οἱ ἀγῶνες ἴσοι καὶ οἱ στέφανοι οὐ διαλλάττουσι, καὶ ὧν ἡ πολιτεία κοινή, τούτων ἰσότιμα καὶ τὰ βραβεῖα.

∆εῦτε τοίνυν, εἰ δοκεῖ, ἑλκύσαντες εἰς μέσον διὰ τοῦ λόγου τὸν θεσπέσιον Βαρνάβαν, καθὼς οἷον τέ ἐστιν ὑφάνωμεν αὐτῷ τὰ ἐγκώμια· καὶ γὰρ εἰμὶ τοῦ ἀνδρὸς θερμότατος ἐραστής· οἶδα δὲ καὶ πέ πεισμαι ὅτι καὶ ὑμῖν γλυκύτατος καὶ ἁπλῶς

1