In illud: Pater si possibile est

 ἵνα τῆς οἰκείας προαιρέσεως τὴν βλασφημίαν ἐπικαλύψωσιν. Εἰπὲ οὖν, δέσποτα, τίνος ἕνεκεν ἐπὶ τὸ πάθος ἐλθὼν παραιτῇ τὸ παθεῖν, διὰ τί δὲ φοβῇ τὴν τῶν

 Εἰ γὰρ μὴ ἤθελον διὰ θανάτου ζωὴν χαρίσασθαι τῷ γένει τῶν ἀνθρώπων, οὐκ ἄν, λόγος ὢν ἀπαθής, παθητὴν ὑπεισῆλθον σάρκα. Ἐπειδὴ δὲ εἶδον τὸ γένος τῶν ἀν

 τοῦ ὕδατος φυλάττεται ἢ τὸ κρυσταλλωθὲν στερέωμα πῶς ὑπὸ τῆς θέρμης τοῦ πυρὸς οὐ διαλύεται καὶ διαρρεῖ; Καὶ ἵνα σου τὴν ψυχὴν μὴ περὶ τὴν ὁρωμένην δια

 τὸν ἀπατεῶνα ἐξαπατήσας τὴν ἀπάτην λύσω. Ῥήμασιν ἐκεῖνος δολεροῖς ἠπάτησεν τὸν Ἀδάμ, ῥήμασιν ἐγὼ δειλοῖς ἀπατῶ τὸν δολερόν. Ἀλλ' ἐκεῖνος μὲν ἀπατηλοὺς

 δὲ ἑαυτοῦ κέντρα συνέθλα σεν τῆς ἀντιτυπίας τὸ στερρὸν ὑπομεῖναι μὴ δυνάμενος. Μηδεὶς οὖν μου δι' ἄγνοιαν δειλίαν καταψηφιζέσθω μηδὲ τα πεινὰ ῥήματα τ

 πατὴρ ἢ ἀφειδῶν ἢ ἀδυναμῶν οὐκ ἠλευθέρωσέν με τοῦ πάθους, οὔτε ἐγὼ παραιτού μενος τὸ πάθος ᾔτησα παρελθεῖν τὸ ποτήριον. Εἰ μὲν γὰρ ἀκού σιον τὸ πάθος,

In illud: Pater si possibile est

Τοῦ ὁσίου πατρὸς ἡμῶν Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου λόγος κατὰ αἱρετικῶν εἰς τό· Πάτερ εἰ δυνατόν ἐστιν παρελθέτω ἀπ' ἐμοῦ τὸ

ποτήριον τοῦτο.

Πάλιν ὡς στρατιώτης ἔννομος τὴν πρὸς τοὺς αἱρετικοὺς ἀναδέχομαι μάχην, ταξιαρχοῦντος Στεφάνου τοῦ στρατηγοῦ τῆς εὐσεβείας. Ὥσπερ γὰρ Μωϋσέως προσευχομένου Ἰησοῦς ἐτροποῦτο τοὺς πολεμίους, οὕτω κἀγὼ τοῦ μάρτυρος συνεργοῦντος τοὺς ἐχθροὺς χειροῦμαι τῆς ἀληθείας. Ταῦτα λέγω οὐ περιουσίᾳ λόγων θαρρῶν, ἀλλὰ τῇ προσευχῇ τοῦ μάρτυρος πεποιθώς· διὸ καὶ θαρρῶν ἐφάπτομαι τῶν λόγων. Οὐ δειλιῶ γὰρ αὐτῶν τὸν ἐν λόγοις ὄγκον. Ἀφοβοῦμαι τῆς κακοτέχνου ἀπάτης τὰ προβλήμα τα. Ἔμαθον γὰρ μὴ φοβεῖσθαι φόβον οὗ οὐκ ἦν φόβος. Οἱ μὲν γὰρ Χριστὸν φοβεῖσθαι καὶ δειλιᾶν τὸν θάνατον λέγουσιν, ἡμεῖς δὲ διὰ Χριστὸν ὅσας ἐν σαρκὶ ζῶμεν ἡμέρας, τοσαυτάκις ἀποθανεῖν αἱρούμεθα, ἵνα γυμνῇ τῇ κεφαλῇ θριαμβεύσωμεν τὴν ἀλήθειαν. Ὅθεν ὡς ἤδη τὴν νικῶσαν ψῆφον ἔχων χωρῶ κατ' αὐτῶν. Χρισ τὸς γάρ με διὰ τοῦ προφήτου παραθαρρύνει λέγων· Υἱὲ ἀνθρώ που, μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, διότι παροιστρήσουσιν ἐπὶ σὲ κύκλῳ. Ἐν μέσῳ γὰρ σκορπίων σὺ κατοικεῖς. Σκορπίους γὰρ νύττοντας οὐ φοβοῦμαι. Οὐ γὰρ γυμνῷ ποδὶ βαδίζω· ἔχω γὰρ τὰ ὑποδήματα τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἵνα κἂν δηχθῶ μὴ βλαβῶ. Καὶ ὑποδησάμενοι, φησίν, τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης. Φέρε οὖν τοῖς ὑποδήμασι τῆς εἰρήνης τὴν πολύμορφον τῶν αἱρετικῶν πατήσωμεν κεφαλήν, ἵνα δι' ὧν ἀφόβως κατ' αὐτῶν χωροῦμεν, διδάξωμεν αὐτοὺς ὡς μεγάλα σφάλλονται φόβον καὶ δειλίαν τῇ ἐπὶ τοῦ μονογενοῦς προσάπτοντες φύσει. Οἱ γὰρ πάντα ἀκρίτως καὶ ἀλογίστως νοοῦντες καὶ λαλοῦντες καὶ τὸ Πάτερ εἰ δυνατὸν παρελθάτω τὸ ποτήριον τοῦτο μὴ συνιέντες δειλίαν τοῦ Χριστοῦ καταψηφίζονται καὶ ἐνδεῆ αὐτὸν καὶ ἐλάττονα λέγουσιν τῷ πρὸς τὸν πατέρα προσεύχεσθαι καὶ ζητεῖν τῆς ἐπικειμένης ἀνάγκης τὴν λύτρωσιν. Ἐπεὶ οὖν ἐφ' ὕβρει τοῦ θεοῦ τὸν τοῦ θεοῦ διαβάλλουσι λόγον καὶ ἐπ' ἀθετήσει τοῦ πνεύματος τὸ γράμμα περιᾴδουσιν κωμῳδοῦντες καὶ διασύροντες τὴν τοῦ Χριστοῦ οἰκονομίαν, καὶ δεινότητι φράσεως καὶ εὐφραδίᾳ ῥη μάτων τὰ ἰοβόλα αὐτῶν ἐπικαλύπτουσι δήγματα, τῶν ἀκεραιο τέρων ἀποσυλῶντες τὴν σωτηρίαν, δεῦρο ὡς λόγων ἄπειροι αὐτὸν τὸν τοῦ θεοῦ ἐπικαλεσόμεθα λόγον, ἵνα αὐτὸς τῶν ἑαυτοῦ λόγων ἑρμηνεὺς γενόμενος ἐκείνων μὲν στηλιτεύσῃ τὴν ἄνοιαν, ἡμῶν δὲ στηρίξῃ τὴν διάνοιαν. Φράσον ἡμῖν τῶν εἰρημένων τὴν ἔννοιαν, δέσποτα, ἀνάπτυξον τὴν φυλλίδα τοῦ γράμματος καὶ δεῖξον τὸν καρπὸν τοῦ πνεύμα τος, ἵνα μὴ τῷ γράμματι προσέχοντες ἀποθάνωμεν, ἀλλ' ἵνα τῷ πνεύματι προσδραμόντες τῆς ζωῆς ἀπολαύσωμεν. Τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Ἡμᾶς δίδαξον ὡς νήπιον, τοὺς δὲ αἱρετικοὺς παίδευσον ὡς ἄφρονας· παιδευτὴς γὰρ εἶ ἀφρόνων καὶ διδάσκαλος νηπίων. Ἡμῖν ὡς νηπίοις τὸν μαζὸν τῆς χάριτος γύμνωσον καὶ τὴν θηλὴν τοῦ πνεύματος ἐπιδούς. Τὸ καθαρὸν τῆς εὐαγγελικῆς διδασκαλίας ἐπιχεθῇ γάλα. Τῶν δὲ αἱρετικῶν τὴν ἀφροσύνην δήλην ποίησον. Εἰ μὴ γὰρ ἦσαν ἄφρονες, οὐκ ἂν ἐπ' ἀναιρέσει σου τῆς θεότητος βλασφημίας ὕφαναν δόγμα. Εἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ ἄφρων, φησίν, οὐκ ἔστι θεός. Γύμνωσον αὐτῶν τὸ πρόσχημα τῆς ἀσεβείας, ἵνα φανῇ τὸ δρᾶμα τῆς ὑποκρίσεως. ∆εῖξον ὡς διὰ τοῦτο τὴν σὴν προσηγορίαν περιφέρουσι,

1