1
Commentarius de templo Athenarum
Περὶ τοῦ ναοῦ καὶ περὶ τῶν διδασκαλείων καὶ τῶν θεάτρων ἐν ̓Αθήναις. ̓Αθανασίου τοῦ μεγάλου ἐξηγητικὸν περὶ τοῦ ἐν ̓Αθήναις ναοῦ.
Τοὺς τὰς θείας γραφὰς μὴ ἐπισταμένους ἐξ αὐτῆς λοιπὸν τῆς τῶν πραγμάτων φύσεως πεῖσαι ὀφείλομεν περὶ θεογνωσίας. ὁρῶμεν γάρ τι νας οὐσίας ἐν τῇ κτίσει, οὐ κατὰ φύσιν, ἀλλὰ ὑπὲρ φύσιν μετ' ἀλ λήλων ὑπηρετούσας οιόν τι λέγω, φύσις ἡ τῶν ὑδάτων οὐσία ῥευστὴ καὶ κατωφερὴς ὑπάρχει· πῶς ουν ὁρῶμεν τοὺς λεγομένους σίφωνας 108 ἐκ τῆς θαλάσσης υδωρ πρὸς τὰς νεφελὰς ἀνάγοντας; τὸ δὲ θαυ μαστότερον οτι τὸ ἁλμυρὸν ἀνερχόμενον γλυκὺ ἐπὶ γῆς διὰ τῶν ομβρων κατέρχεται. πῶς δὲ πάλιν ἡ τῶν σωμάτων φύσις βολιστικὴ κατὰ φύσιν ὑπάρχουσα ὁρᾶται ἀβόλιστος καὶ αδυτος ἐν τοῖς υδασι τῆς Μαρμαρικῆς Πενταπόλεως; οὐ μόνον δέ, ἀλλὰ γὰρ καὶ υδατος καὶ πυρὸς ἐναντία ἡ φύσις ὑπάρχουσα ἐν τῷ αμα ην ποτε ἐν Λυκίας τῷ ορει τῷ λεγομένῳ ̓Ολύμπῳ, καθὼς μυριάδες ἀνδρῶν ἑωράκασι -καὶ μέχρι τοῦ νῦν ἐκεῖνο βλέπουσι-. καὶ αλλα δὲ μυρία παράδοξά ἐστιν ἐν τῇ κτίσει θεωρούμενα καὶ θαυμαζόμενα ατινα οὐκ αν ουτως ὑπὲρ φύσιν γενέσθαι εμελλον, εἰ μὴ οὐσία τις Θεοῦ ην τούτων δεσπόζουσα καὶ τούτοις ἐπιτρέπουσα ἀλλήλοις μὴ ἀντιτάττεσθαι. ω ̔Ελλήνων παῖδες, βροντῆς στερρᾶς γινομένης πῶς απασα ἡ τῶν ἀνθρώπων φύσις τρέμει, φρίττει τε καὶ ἐξίσταται, μηνύουσα διὰ τοῦ σχήματος οτι ὑπὸ δεσπότου ἐστὶ τοῦ τὰς βροντὰς ἐργαζομένου. Καὶ ταῦτα μὲν πρὸς τοὺς ἀφελεστέρους τῶν ̔Ελλήνων εἰς θεογνωσίαν φέροντα ὑποδείγματα. πρὸς δὲ τοὺς παρ' αὐτοῖς σοφούς, ἐκ φιλοσόφων ἀρχαίων δυνατῶν μαρτυρίας πολλὰς περὶ θεοσεβείας τινὲς ̔Ελλήνων σοφοὶ εφρασαν, ἀλλὰ καὶ τὴν τοῦ Χριστοῦ οἰκονομίαν ἀμυδρῶς προεμήνυσαν. καὶ γὰρ πρὸ πολλῶν χρόνων τῆς Χριστοῦ ἐπιδημίας, σοφός τις ὀνόματι ̓Απόλλων θεόθεν, ὡς οιμαι, ἐπικινηθεὶς εκτισε τὸν ἐν ̓Αθήναις ναόν, γράψας ἐν βωμῷ αὐτοῦ· ̓Αγνώστῳ Θεῷ. ἐν αὐτῷ τοίνυν συνήχ θησαν οἱ πρῶτοι τῶν ̔Ελλήνων φιλόσοφοι ινα περὶ τοῦ ναοῦ ἐρωτήσωσιν αὐτὸν καὶ περὶ προφητείας καὶ θεοσεβείας· ων τὰ ὀνόματα ἐροῦμεν 109 ταῦτα· πρῶτος Τίτων, δεύτερος Βίας, τρίτος Σόλων, τέταρτος Χείλων, πέμπτος Θουκυδίδης, εκτος Μένανδρος, εβδομος Πλάτων. ουτοι οἱ ἑπτὰ φιλόσοφοι εφησαν τῷ ̓Απόλλωνι· Προφήτευσον ἡμῖν, προφῆτα, ω Απολλον, τίς ἐστιν οδε ναὸς τίνος τε ειη μετὰ σὲ βωμὸς ουτος; - πρὸς ους ὁ ̓Απόλλων εφη· Οσα μὲν πρὸς ἀρετὴν καὶ κόσμον ὀρώρετε ποιεῖν, ποιεῖτε. ἐγὼ γὰρ ἐφετμεύω τρισένα ὑψιμέδοντα, ου λόγος αφθεγκτος ἐν ἀδέτῳ κόρῃ εγκυμος εσται· ωσπερ πυροφόρον τόξον απαντα κόσμον ζωγρήσας πατρὶ προσάξει δῶρον· Μαρία δὲ τὸ ονομα αὐτῆς. Εστι δὲ ἡ λύσις προφητείας αυτη *** περὶ μὲν ουν τοῦ ναοῦ ἐστιν ὁ πρῶτος λόγος· οσα, φησί, πρὸς κόσμον τοῦ ναοῦ καὶ κάλλος δυνατὸν ὑμῖν ποιῆσαι, τὰ ἀρέσκοντα τῷ θεῷ καὶ ἀνθρώποις ποιεῖτε. ἐγὼ γὰρ ὑπολαμβάνω ειναι ἐν τῷ οὐρανῷ τρισυπόστατον μέγαν υψιστον βασιλέα· τούτου αναρχος θεὸς καὶ λόγος ἐν ἀγάμῳ κόρῃ σαρκοῦται καὶ ωσπερ πυροφόρον τόξον-η ὡς δυναμώτερον-εἰς απαντα κόσμον φανήσεται, ἁλιεύων τοὺς ἀνθρώπους ωσπερ ἰχθύα ἐκ τοῦ βυθοῦ τῆς ἀπιστίας καὶ ἀγνωσίας, ουστινας προσάξει τῷ ἑαυτοῦ πατρὶ δῶρον· Μαρία δὲ τὸ ονομα αὐτῆς. καὶ τοῦτο μὲν προφητεύων ὁ ̓Απόλλων ειπε. Τίτων εφη· Ηξει ἡ νεᾶνις εχουσα ἡμῖν γόνον τὸν οὐράνιον, τοῦ θεοῦ καὶ πατρὸς παῖδα· ἡ ανανδρος κόρη κύει. Βίας ειπεν· Ουτός ἐστιν ἀπὸ 110 οὐρανῶν βεβηκώς, φλογὸς ὑπερβάλλον ἀθάνατον πῦρ· ον τρέμει οὐρανὸς γῆ τε καὶ θάλασσα, τάρταροι καὶ βύθιοι δαίμονες· αὐτοπάτωρ, τρισ όλβιος. Σόλων ειπεν· ̓Οψέ ποτε ἐπὶ τὴν πολυσχεδῆ