Sermo contra Latinos
ΑΘΑΝΑΣΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ, ΕΚ ΤΟΥ ΚΑΤΑ ΛΑΤΙΝΩΝ ΛΟΓΟΥ.
Ἀλλ' οὐχ οὕτως οἱ τοῦ Χριστοῦ, ἀλλ' ὥσπερ ἐκεῖνος τό· «Ὅταν ἔλθῃ, λέγων, ὁ Παράκλητος ὃ ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρὸς τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται·» μόνον ἐντεῦθεν προβολέα τὸν Πατέρα τοῦ Πνεύματος ἀποδείκνυσιν· οὕτω καὶ οὗτοι τῷ διδασκάλῳ πειθόμενοι ἐκ τοῦ Πατρὸς μόνου τοῦτό φασιν ἐκπορεύεσθαι. Εἰ δέ τις ἐρεῖ, ὅτι οὐδαμοῦ τὸ Πνεῦμα ἐκ μόνου λέγεται τοῦ Πατρός· ἀκουέτω ὁ τοιοῦτος, ὅτιπερ ὁ περὶ τούτου γράφων οὐκ ἄλλως ἐπιμαρτύρεται ἢ κατὰ τὴν τῶν θειοτάτων Πατέρων ἡμῶν διδασκαλίαν. Ὥσπερ γὰρ ἐκεῖνοι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρός φασιν ἐκπορεύεσθαι, τὴν αἰτίαν ἀπ' αὐτοῦ τοῦ κυριακοῦ λαμβάνοντες στόματος· οὕτω καὶ οἱ καθεξῆς λογογράφοι καὶ συγγραφεῖς ἀκολούθως διαγορεύουσιν. Οὐ μέντοιγέ τις αὐτῶν καὶ ἐκ τοῦ Υἱοῦ καὶ διὰ τοῦ Υἱοῦ τοῦτό φησιν ἐκπορεύεσθαι· εἰ μή πως ἐρεῖ τις τὴν ἄλλην πρόχυσιν, εἴτουν φανέρωσιν καὶ ἀποστο λὴν τῶν χαρισμάτων τοῦ Πνεύματος. Πρὸς ταύτην γὰρ, καίπερ ἐκ τοῦ Πατρὸς φανεροῦται τὸ Πνεῦμα τὸ ἅγιον πρὸς ἐπινέμησιν, οὕτω καὶ ἐκ τοῦ Υἱοῦ, καθὼς ὁ τῆς ἀληθείας διδάσκει κανών. Κἀπειδήπερ ἅπαντας τὸ αὐτὸ λέγοντες συμφώνως καὶ ἓν κατὰ τὴν τοῦ Κυρίου παράδοσιν, καὶ οὐδαμοῦ φαίνεταί τις διαφωνῶν· εὔδηλον, ὅτι ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα ἔχει τὴν ὕπαρξιν· εἴπερ ἡ τοιαύτη ἐκπό 28.825 ρευσις καθέστηκεν ὕπαρξις. Ὥσπερ γὰρ πάντων λεγόντων, γέννημα Πατρὸς ὁ Υἱὸς, συνεπινοεῖται καὶ τὸ ἐκ μόνου τοῦ Πατρὸς ὁ Υἱὸς κατὰ τὴν προαιώνιον γέννησιν· οὕτω καὶ πάντων λεγόντων τὸ Πνεῦμα πρόβλημα Πατρὸς, συνεπινοεῖται καὶ τὸ ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα, κατὰ τὴν προαιώνιον πρόβλησιν· εἰ μόνος ἐκ μόνου τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ μόνον ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον. Κατὰ δὲ τὴν ὑστέραν πρόχυσιν, εἴτουν ἐπινέμησιν καὶ χορηγίαν τὴν πρὸς τοὺς ἀξίους, ὥσπερ ἐκ τοῦ Πατρὸς τὸ Πνεῦμα, οὕτω καὶ διὰ τοῦ Υἱοῦ καὶ ἐκ τοῦ Υἱοῦ. Καθάπερ δὲ καὶ τὴν ὑστέραν γέννησιν τοῦ Υἱοῦ, εἴτουν ἐπιδημίαν τὴν πρὸς ἡμᾶς, οὐκ ἐκ τοῦ Πατρὸς μόνον δοξάζομεν, ἀλλὰ καὶ ἐκ τοῦ Πνεύματος. Καὶ πειθέτω σε ἡ τοῦ ἀρχαγγέλου φωνὴ πρὸς Ἰωσὴφ λέγουσα τὸν ἄνδρα Μαρίας τὸ, «Μὴ φοβηθῇς παρα λαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου.» Εἰ δὲ βούλει μαθεῖν, ὅτι καί τινες ἐκ τῶν ἡμετέρων μεγάλων ἁγίων ἀπεφήναντο τὸ ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, ἤδη τὸν μέγαν τῆς ἡμετέρας Ἐκκλησίας ἥλιον Κύριλλον, ἢ μᾶλλον εἰπεῖν, τοῦ κόσμου παντὸς, πρὸς τοῦτο λάμβανε μάρτυρα· ἐν γὰρ τῷ Περὶ Τριάδος λόγῳ αὐτοῦ ὧδέ πως σαφῶς παριστᾷ. Ἡ παναγία, φησὶ, καὶ σεπτὴ Τριὰς, πρὸ πάντων αἰώνων καὶ εἰς ἀεὶ ὑπάρχουσα, ἄχραντός ἐστι καὶ ἀΐδιος, ἀσώματος, ἀκατάληπτος, ἀπερί ληπτος, περιληπτικὴ δὲ τῶν ἁπάντων, καὶ συγκρα τοῦσα τὸ πᾶν, ἀγαθὴ, προνοητικὴ, δημιουργὸς τῶν ἁπάντων, ὁρατῶν τε καὶ ἀοράτων, ἀπαθὴς, ἀναλλοίωτος, ἄτρεπτος, νῷ ἀνθρώπων καὶ ἀγγέλων καὶ τῇ κτιστῇ φύσει ἀκατάληπτος· ὁμοούσιος ἐν ἑαυτῇ, ἀκοινώνητος δὲ κατ' οὐσίαν πάσῃ τῇ κτίσει· γινωσκομένη μόνον ὑφ' ἑαυτῆς, ὑπ' οὐδεμιᾶς φύσεως τῆς ἐν τῷ κόσμῳ τούτῳ καὶ τῆς ὑπὲρ κόσμον τοῦτον· μονὰς ἐν τρισὶν ὑποστάσεσιν, εἴτουν προσώποις, καὶ Τριὰς ἐν μονάδι θεότητος, ἤτοι μιᾶς οὐσίας γινωσκομένη. Ταύτης τῆς ἁγίας καὶ σεπτῆς μονάδος, αἱ προσκυνηταὶ τρεῖς ὑποστάσεις γινώσκονται καὶ πιστεύονται· ἐν Πατρὶ
1