1
In Mamantem martyrem
ΟΜΙΛΙΑ ΚΓʹ. Εἰς τὸν ἅγιον μάρτυρα Μάμαντα.
Οὐκ ἀγνοῶ τὸ μέγεθος τῶν ὑπὸ τῆς πανηγύ ρεως ἐγκωμίων· ἀλλ' ὥσπερ τοῦτο ἐπίσταμαι, οὕτω καὶ τῆς ἀσθενείας τῆς ἐμαυτοῦ ἐπαισθάνομαι. Ἡ μὲν γὰρ ὑπόθεσις ἀπαιτεῖ ἄξιόν τι ῥηθῆναι τῶν συν ελθόντων καὶ τῆς ἐλπίδος ἧς ἔχουσιν ἐφ' ἡμῖν, καὶ τῆς ὑποθέσεως. Ἐπειδὴ γὰρ ἐπὶ τῇ μεγίστῃ τῶν μαρτύρων ἄγομεν τὴν μνήμην σήμερον, ὀρθὴ πᾶσα διάνοια καὶ ἐμπαράσκευος ἀκοὴ, εἰπεῖν τι ἄξιον τοῦ μάρτυρος προσδοκῶσα, καὶ πόθῳ τῷ περὶ αὐτὸν τὴν ἐκκλησίαν ἐπάγει. Καὶ γὰρ εὐγνώμονες παῖδες με γάλα ἀπαιτοῦσι τὰ τῶν πατέρων ἐγκώμια, καὶ οὐκ ἂν καταδέξαιντο ἐν μικρότητι τοῦ λέγοντος κινδυ νεύειν τῶν ἐγκωμιαζομένων τὸ μέγεθος. Ὥστε ὅσῳ μείζων ἡ προθυμία, τοσούτῳ μέγας ὁ κίνδυνος. Τί οὖν ποιήσομεν; Πῶς δὲ καὶ τὰς ὑμετέρας ἐπιθυμίας ἀποπληρώσομεν, καὶ αὐτοὶ μὴ ἀπέλθωμεν ἀσυντε λεῖς τῶν παρόντων; Παρακαλέσομεν ἑκάστην ψυχὴν, ἃ ἔχουσα ἦλθεν ἐν τῇ μνήμῃ, ταῦτα ἀνακαινήσασαν τῇ διανοίᾳ, οἴκοθεν ἐπισιτισαμένην, τοῖς οἰκείοις ἐφοδίοις ἑαυτὴν εὐφράνασαν ἀπελθεῖν.
Μνήσθητέ μοι τοῦ μάρτυρος, ὅσοι δι' ὀνείρων αὐτοῦ ἀπηλαύσατε· ὅσοι, περιτυχόντες τῷ τόπῳ τούτῳ, ἐσχήκεσαν αὐτὸν συνεργὸν εἰς προσευχήν· ὅσοις, ὀνόματι κληθεὶς, ἐπὶ τῶν ἔργων παρέστη· ὅσους ὁδοιπόρους ἐπαν ήγαγεν· ὅσους ἐξ ἀῤῥωστίας ἀνέστησεν· ὅσοις παῖδας ἀπέδωκεν ἤδη τετελευτηκότας· ὅσοις προθεσμίας βίου μακροτέρας ἐποίησεν. Πάντα μοι συναγαγόντες, ἐγκώμιον ἐκ κοινοῦ ἐράνου πονήσατε. Ἀλλήλοις διάδοτε, ἃ οἶδεν ἕκαστος, τῷ μὴ εἰδότι· ἃ μὴ οἶδε, λαμβανέτω παρὰ τοῦ εἰδότος, καὶ οὕτως ἐκ συνεισ φορᾶς ἀλλήλους συνεστιάσαντες, ἡμῶν τῇ ἀσθενείᾳ σύγγνωτε. Ταῦτα γὰρ ἐγκώμια μάρτυρος, ὁ πλοῦτος τῶν 31.592 πνευματικῶν χαρισμάτων. Οὐ γὰρ ἔχομεν αὐτὸν κατὰ τὸν νόμον τῶν ἔξωθεν ἐγκωμίων ἀποσεμνύνειν· οὐκ ἔχομεν λέγειν πατέρας καὶ προγόνους περιφα νεῖς. Αἰσχρὸν γὰρ ἀλλοτρίοις κόσμοις κοσμεῖσθαι τὸν τῇ οἰκείᾳ ἀρετῇ διαφανῆ. Συνηθείας γὰρ νόμοις τὰ τοιαῦτα ἐν τοῖς ἐγκωμίοις παραλαμβάνουσιν. Ἐπεὶ ὅ γε τῆς ἀληθείας ἴδια ἑκάστου ἀπαιτεῖ τὰ ἐγκώμια. Οὔτε γὰρ ἵππον ταχὺν ποιεῖ ἡ τοῦ πατρὸς περὶ τὸν δρόμον εὐμοιρία, οὔτε κυνὸς ἐγκώμιον τὸ ἐκ ταχυτάτων φῦναι. Ἀλλ' ὥσπερ ἄλλων ζώων ἡ ἀρε τὴ ἐν αὐτῷ θεωρεῖται ἑκάστῳ, οὕτω καὶ ἀνδρὸς ἴδιος ἔπαινος ὁ ἐκ τῶν ὑπαρχόντων αὐτῷ κατορθωμάτων μαρτυρούμενος. Τί πρὸς τὸν παῖδα ἡ τοῦ πατρὸς πε ριφάνεια; Οὕτως οὐκ ἔλαβεν ἑτέρωθεν τὸ περιφανὲς ὁ μάρτυς· ἀλλ' αὐτὸς τῷ ἐφεξῆς βίῳ λαμπτῆρα εὐ κλείας ἀνῆψεν. Ἀπὸ Μάμαντος οἱ λοιποὶ, οὐκ ἀφ' ἑτέρων Μάμας. Παῖδες οἱ παρὰ τούτου τὴν εὐσέβειαν διδαχθέντες τούτῳ σεμνυνέσθωσαν. Αὐτὸς γὰρ οἴκοθεν βρύει τὴν ἀρετήν. Οὐκ ἔστιν ὥσπερ χείμαῤῥος ἀλλοτρίᾳ συῤῥοίᾳ σεμνυνόμενος, ἀλλὰ πηγή ἐστιν ἀπὸ τῶν οἰκείων λαγόνων προχέουσα τὸ κάλλος. Θαυμάσωμεν τὸν ἄνδρα μὴ ἀλλοτρίῳ κόσμῳ κοσμού μενον, ἀλλὰ τῷ ἰδίῳ ἀποσεμνυνόμενον. Ὁρᾷς τοὺς λαμπροὺς ἱπποτρόφους; ὁρᾷς τὰ λευκὰ αὐτῶν μνή ματα; πῶς λίθοι εἰσὶ παρατρεχόμενοι; Μνήμῃ δὲ μάρτυρος καὶ πᾶσα μὲν χώρα κεκίνηται, πᾶσα δὲ πόλις πρὸς ἑορτὴν μεταπεποίηται. Οὐδὲ οἱ συγγε νεῖς τῶν πρὸς τοὺς τῶν πατέρων ἀποτρέχουσι τά φους, ἀλλὰ πάντες ἐπὶ τὸν τόπον τῆς εὐσεβείας.
Πατέρα τοῦτον τὸν ἀρχηγὸν τῆς ἀληθείας, ἀλλ' οὐχὶ πατέρας καὶ σωμάτων ἀρχηγοὺς ὀνομάζουσιν. Ὁρᾷς πῶς ἀρετὴ τιμᾶται, καὶ οὐχὶ πλοῦτος; Οὕτως ἡ