Epistula ad Constantium imperatorem
̓ΕΠΙΣΤΟΛΗ ΚΥΡΙΛΛΟΥ ἘΠΙΣΚΟΠΟΥ}1 ἹΕΡΟΣΟΛΥΜΩΝ ΠΡΟΣ ΚΩΝΣΤΑΝΤΙΟΝ ΤΟΝ ΒΑΣΙΛΕΑ ΠΕΡΙ ΤΟΥ ἘΝ ΟΥΡΑΝΩ ΦΑΝΕΝΤΟΣ ΣΗΜΕΙΟΥ Βασιλεῖ θεοφιλεστάτῳ καὶ εὐσεβεστάτῳ Κωνσταντίῳ
Αὐγούστῳ, Κύριλλος ὁ ἐν Ἱεροσολύμοις ἐπίσκοπος ἐν κυρίῳ χαίρειν. 1 Πρώτας ταύτας ἐξ Ἱεροσολύμων πρὸς τὴν θεοφιλῆ σου βασιλείαν ἀποστέλλω γραμμάτων ἀπαρχάς, σοί τε πρεπούσας ὑποδέξασθαι κἀμοὶ παρασχεῖν· οὐ λόγων κολακείας πεπληρωμένας, ἀλλ' ἐπουρανίων μηνυτικὰς θεοπτίας· οὐδ' εὐσυνθέτους λόγων ῥητορικὰς πιθανότητας περιεχούσας, ἀλλ' ἁγίων εὐαγγελίων προρρήσεσι διὰ τῆς τῶν πραγμάτων ἐκβάσεως μαρτυρούσας τὴν ἀλήθειαν. 2 Ἕτεροι μὲν γὰρ ἀφ' ὧν ἔχουσι τὴν τιμίαν σου πολλάκις στεφανοῦσι κεφαλήν, χρυσοκολλήτους στεφάνους λίθοις διαυγεστάτοις πεποικιλμένους προσκομίζοντες. Ἡμεῖς δὲ οὐ τοῖς ἀπὸ γῆς σε στεφανοῦμεν (τὰ γὰρ ἀπὸ γῆς δωρούμενα τέλος ἔχει τὴν γῆν)· ἀλλ' ἐπουρανίων πραγμάτων θεϊκὴν ἐνέργειαν ἐν τοῖς τῆς θεοφιλοῦς σου βασιλείας καιροῖς ἐν Ἱεροσολύμοις τελεσθεῖσαν τῆς σῆς εὐσεβείας μετὰ σπουδῆς ἄγομεν εἰς γνῶσιν· οὐχ ἵνα νῦν ἐξ ἀγνοίας ἔλθῃς εἰς θεογνωσίαν (φθάνεις γὰρ καὶ ἑτέρους διδάσκων δι' ὧν εὐσεβεῖς· ἀλλ' ἵνα, ἅπερ ᾔδεις, ταῦτα καὶ βεβαιωθῇς, καὶ τὸν τῆς βασιλείας προγονικὸν ὑποδεξάμενος κλῆρον, μείζοσι θεόθεν στεφάνοις ἐπουρανίοις τετιμῆσθαι μαθών, θεῷ μὲν τῷ παμβασιλεῖ καὶ νῦν τὴν πρέπουσαν ἀποδῷς εὐχαριστίαν, μείζονος δὲ τοῦ κατ' ἐχθρῶν θάρσους πληρωθῇς, ἔργῳ τὴν σὴν βασιλείαν ἀγαπᾶσθαι πρὸς θεοῦ, δι' ὧν ἐπὶ σοῦ θαυματουργεῖ, καταλαβών. 3 Ἐπὶ μὲν γὰρ τοῦ θεοφιλεστάτου καὶ τῆς μακαρίας μνήμης Κωνσταντίνου τοῦ σοῦ πατρός, τὸ σωτήριον τοῦ σταυροῦ ξύλον ἐν Ἱεροσολύμοις ηὕρηται, τῆς θείας χάριτος τῷ καλῶς ζητοῦντι τὴν εὐσέβειαν τῶν ἀποκεκρυμμένων ἁγίων τόπων παρασχούσης τὴν εὕρεσιν. Ἐπὶ δὲ σοῦ, δέσποτα πανευσεβέστατε βασιλεῦ, προγονικὴν εὐσέβειαν μείζονι τῇ πρὸς τὸ θεῖον εὐλαβείᾳ νικῶντος, οὐκ ἀπὸ γῆς λοιπόν, ἀλλ' ἐξ οὐρανῶν τὰ θαυματουργήματα· καὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, τὸ κατὰ τῆς τοῦ θανάτου νικῆς τρόπαιον, ὁ μακάριος λέγω σταυρός, φωτὸς μαρμαρυγαῖς ἀπαστράπτων ἐν Ἱεροσολύμοις ὤφθη. 4 Ἐν γὰρ ταῖς ἁγίαις ἡμέραις ταύταις τῆς ἁγίας πεντηκοστῆς, νόνναις μαΐαις, περὶ τρίτην ὥραν, παμμεγέθης ὁ σταυρός, ἐκ φωτὸς κατεσκευασμένος, ἐν οὐρανῷ, ὑπεράνω τοῦ ἁγίου Γολγοθᾶ μέχρι τοῦ ἁγίου Ὄρους τῶν ἐλαιῶν ἐκτεταμένος ἐφαίνετο· οὐχ ἑνὶ καὶ δευτέρῳ μόνον φανείς, ἀλλὰ παντὶ τῷ τῆς πόλεως πλήθει φανερώτατα δειχθείς· οὐδ' ὡς ἄν τις νομίσειεν ὀξέως κατὰ φαντασίαν παραδραμών, ἀλλ' ἐπὶ πλείοσιν ὥραις ὑπὲρ γῆν ὀφθαλμοφανῶς θεωρούμενος, καὶ ταῖς ἀπαστραπτούσαις μαρμαρυγαῖς τὰς ἡλιακὰς ἀκτῖνας νικήσας (ἦ γὰρ ἂν ὑπ' αὐτῶν νικώμενος ἐκαλύπτετο, εἰ μὴ δυνατωτέρας ἡλίου τοῖς ὁρῶσι παρεῖχε τὰς λαμπηδόνας)· ὡς ἅπαν μὲν ἀθρόως ἐξαυτῆς εἰς τὴν ἁγίαν ἐκκλησίαν συνδραμεῖν τῆς πόλεως τὸ πλῆθος, τῷ τῆς θεοπτίας φόβῳ μετ' εὐφροσύνης κατασχεθέν, νέων ἅμα καὶ πρεσβύτων ἀνδρῶν τε καὶ γυναικῶν, καὶ πάσης ἡλικίας καὶ μέχρις αὐτῶν ἤδη τῶν κατ' οἴκους θαλαμευομένων κορῶν, ἐντοπίων τε καὶ ξένων, χριστιανῶν τε ἅμα καὶ τῶν ἀλλαχόθεν ἐπιδημούντων ἐθνικῶν· ὁμοθυμαδὸν δὲ πάντων ὡς ἐξ ἑνὸς στόματος Χριστὸν Ἰησοῦν τὸν κύριον ἡμῶν, τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν θαυματοποιὸν ἀνυμνούντων, ἔργῳ τε καὶ πείρᾳ παραλαβόντων· ὅτι χριστιανῶν τὸ δόγμα τὸ πανευσεβὲς οὐκ ἐν πειθοῖς σοφίας ἐστι λόγοις, ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως, οὐχ ὑπ' ἀνθρώπων μόνον καταγγελλόμενον, ἀλλ' ἐξ