1
Fragmenta in Joannem Jo 3, 13
∆ηλουμένης τινὸς ὑπεροχῆς ἁρμοζούσης θεῷ τῷ ὀνόματι τοῦ οὐρανοῦ κατὰ τὸ "ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ" εἰς γῆν ἀφορῶν ὕστερον γενόμενος διάβολος ἐν οὐρανῷ ὤν, ὅτε ἅγιος ὑπῆρχεν, εἶπεν· "εἰς τὸν οὐρανὸν ἀναβήσομαι" ὡς κάτω που τυγχάνων ὡς πρὸς τὸν οὐρανὸν ἐκεῖνον. εἰς τὸν οὕτω καλούμενον οὐρανὸν οὐδεὶς ἀναβέβηκεν εἰ μὴ μόνος ὁ τοῦ θεοῦ υἱός, ἐπεὶ καὶ μόνος ἐκεῖθεν καταβέβηκεν, υἱὸς τοῦ ἀνθρώπου διὰ τὴν οἰκονομίαν καλούμενος. κἂν τοίνυν οἱ ἄγγελοι ἀναβαίνοντες εἰς τὸν οὐρανὸν καὶ καταβαίνοντες διὰ κλίμακος ὤφθησαν τῷ Ἰακώβ, ἀλλ' οὐ περὶ τοῦ οὐρανοῦ τοῦ προειρημένου ἡ ὀπτασία λέγεται τῇ γραφῇ.
2 ̣̣ 3, 35-36 Ταῦτα λέγεται περὶ τῶν λογικῶν. καὶ ἐπειδὴ ἐν πᾶσι τούτοις εἰσὶ καὶ χείρονα γενόμενα, ἐπίστηJoν πῶς ἕξουσι ταῦτα κατάστασιν ἐν τῇ χειρὶ τοῦ υἱοῦ γενόμενα δηλονότι ἀποβαλόντα ἣν εἶχον κακίαν καὶ ἀναλαβόντα ἀρετήν· οὐ γὰρ προσεκτέον τῷ τεθειμένῳ σοφίσματα, πάντα καλεῖσθαι μόνα τὰ ἁγιότητα ἔχοντα. οὐ ταὐτὸν δὲ τὸ μὴ ἔχειν ζωὴν τῷ μὴ ἰδεῖν· δηλοῦται τοῦτο ἐκ τοῦ ὄψεσθε τὴν ζωὴν ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν καὶ "οὐ μὴ πιστεύσητε". εἰ ταῦτα ζητήσειέ τις, τί χεῖρον; πότερον τὸ μὴ ὁρᾶν τὴν ζωὴν μηδὲ πιστεύειν αὐτῇ ἢ τὸ μὴ ἔχειν ζωήν, ὁρᾶν δὲ αὐτήν; καὶ ὁ μέν τις ἐρεῖ ὁ ἑκατέρων λειπόμενος φαυλότερος τοῦ τὸ ἓν ἔχοντος. ἄλλος δέ τις λέξει ἔλαττον εἶναι κακὸν τὸ μὴ ὁρῶντα τὴν ζωὴν ἀπιστεῖν αὐτῇ· συγγνώμη γὰρ ἔσται τῷ τοιοῦτο ἔχοντι. ἐγκλητέον δὲ μᾶλλον ὄντος τοῦ μὴ πιστεύοντος τῇ ζωῇ, καίπερ ἰδεῖν ἱκανοῦ ὄντος, τοῦ κάλλους αὐτῆς εἰς συγκατάθεσιν ἕλκοντος.
3 Jo 4, 24 Ἐπεὶ ἀόρατος ὁ θεός, ἀκολουθεῖ δὲ εὐθέως τῷ ἀοράτῳ τὸ
ἀσώματον, ἀσώματος ἄρα ὁ θεὸς ὢν ἀόρατός ἐστιν. εἰ δὲ τοῦτο, λεγόμενος πνεῦμα οὐ κεκινημένος ἀὴρ εἴη· οὐ γὰρ ὅτι παρ' ἀνθρώποις σῶμα δηλοῖ τὸ πνεῦμα, ἀνάγκη καὶ ἐπὶ τοῦ θεοῦ τοῦτο σημαίνεσθαι. ὥσπερ τοίνυν φῶς λεγόμενος ἐπεὶ μὴ ὄψιν, ἀλλὰ νόησιν φωτίζει, οὐ σῶμα, ἀλλὰ νοερόν ἐστι φῶς, ἀλλὰ καὶ ἀγάπη καλούμενος οὐ διάθεσις ὑπάρχει, ἀλλ' οὐσία ἀγαπῶσα ἃ δημιουργεῖ καὶ ὧν προνοεῖται, οὕτω πνεῦμα προσαγορευόμενος οὐκ ἄνεμον, ἀλλ' ἀσώματον καὶ ζωοποιὸν παρίστησιν οὐσίαν. πᾶς δὲ ὁ μαθών, ὅτι πνεῦμα ὁ θεὸς πνευματικῶς λατρεύων αὐτῷ πνεύματι καὶ ἀληθείᾳ οὐκέτι τυπικῶς προσκυνεῖ τὸν τῶν ὅλων θεόν. πρὸς ἀντιδιαστολὴν δὲ τοῦ γράμματος τὸ ἐν πνεύματί φησιν, τοῦ δὲ τύπου τὸ καὶ ἀληθείᾳ· ταῦτα γὰρ ἕως καιροῦ χρειώδη ἦν, τῆς ἀληθείας δὲ ἐλθούσης ἤτοι τῆς Χριστοῦ παρουσίας πάντα πέπαυται.
4 Jo 5, 19-21 Εἰ τὸ λεγόμενον ὑπὸ τοῦ Ἰησoῦ· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ (δῆλον
δὲ ὅτι ὁ πατήρ), ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ, ἀναφορὰν ἔχει πρὸς τὰ παραδόξως ὑπ' αὐτοῦ ἐν τοῖς εὐαγγελίοις γεγενημένα, ἐπιστατέον πῶς ταῦτα ὁ πατὴρ ἐποίησεν. πρὸς ὃ λεκτέον· ἐπεὶ ὁμοούσιος ὢν τῷ πατρὶ ὁ υἱὸς ἀχώριστον ἐνέργειαν ἔχει τῆς τοῦ πατρὸς ἐνεργείας ἀκηλίδωτον ἔJoπτρον ὤν, πᾶν ὅ τι ποιεῖ ὁ πατήρ, ἅμα καὶ ἀχωρίστως ἐνεργεῖ ὁ υἱὸς καὶ ὃ ἐργάζεται ὁ υἱός, εὐθὺς καὶ ὁ πατὴρ εἰς ὕπαρξιν ἄγει ὡς κατὰ τοῦτο μήτε τὸν υἱὸν ἄνευ πατρὸς μήτε τὸν πατέρα ἄνευ υἱοῦ ποιεῖν τι. ταύτην τὴν θεωρίαν καὶ ἐπὶ τῶν δημιουργημάτων ἐφαρμοστέον· οὐ γὰρ ἕτερα κτίζοντος τοῦ πατρὸς ἕτερα δὴ οὐσιοῖ ὁ υἱός· ἠκολούθει γὰρ τούτῳ δύο ἡλίους καὶ ἕκαστον τῶν ὄντων διττὸν εἶναι, ἀλλ' οὐ φαίνεται οὕτως ἔχοντα τὰ κτίσματα. τὸ