1

 2

 3

 4

1

De vitis prophetarum

22.1261 Ἐκ τῶν Εὐσεβίου τοῦ Παμφίλου περὶ τῆς τοῦ βιβλίου τῶν προφητῶν ὀνομασίας καὶ ἀπὸ μέ ρους τί περιέχει ἕκαστος.

ΩΣΗΕ, Αʹ.

Γεγόνασι μὲν καὶ πρὸ τούτου προφῆται· ἐπὶ μὲν 22.1264 τοῦ ∆αυῒδ, Σαμουὴλ

καὶ Νάθαν, καὶ Γάδ· ἐπὶ δὲ τοῦ Ῥοβοὰμ καὶ Ἀβιὰ καὶ Ἀσὰ, Ἀχίας ὁ Σελωνίτηςκαὶ Σαμαΐας, καὶ Ἀδδὼ, καὶ Ἀζαρίας, καὶ Ἀνανεί·ἐπὶ δὲ τοῦ Ἰωσαφὰθ καὶ τοῦ Ἀχαὰβ, Ἡλίας καὶἘλισαῖος, καὶ ὁ προφητεύσας τῷ Ἀχαὰβ περὶ τῆς Συρίας, καὶ ὁ πατάξας ἑαυτὸν τραύματι, καὶ ἐλέγξας τὸν Ἀχαὰβ, καὶ Ἰοὺ ὁ τοῦ Ἀμεὶ, [nota in margine,Ἀνανὶ] καὶ Ὀζιὴλ, καὶ Ἐλιαδά· ἀλλ' οὐ φέρεταιτούτων ἴδια συγγράμματα· εἰ μὴ μόνον οἱ λόγοι αὐτῶν ἐν ταῖς Βασιλείαις καὶ ταῖς Παραλειπομέναις. Ἐν δὲ τοῖς συγγράψασιν, ὧν καὶ τὰ συγγράμματα φέρεται, πρῶτοι γεγόνασιν οὗτοι· Ὠσηὲ καὶ Ἡσαΐας. Ἐπὶ γὰρ τῶν αὐτῶν βασιλέων, τῶν τε Ἰούδα Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἀχὰς, καὶ Ἐζηκίβασιλέων Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ υἱοῦ Ἰώας βασιλέως Ἰσραὴλ ἐπροφήτευσαν. Ἐγένετο δὲλόγος πρὸς αὐτὸν καὶ προφητεύει οὗτος ἐπὶ τοὺς ἱερέας, καὶ ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ περὶ τῆς ἀπωλείας τῆς Σαμαρείας· καὶ ἐλέγξας, καὶ συγκλείσας αὐτοὺς εἰς ἀπειθίαν, σημαίνει τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, δι' ὧν ἔλαβε πόρνην γυναῖκα, ἣν καὶ λαβὼν ἐσωφρόνησεν, ἀνάγων αὐτὴν πρὸς ἑαυτόν. Προφητεύει δὲ καὶ περὶ τῆς τοῦ Σωτῆρος παρουσίας.

ΑΜΩΣ, Γʹ.

Καὶ οὗτος συνεχρόνισε κατὰ τὴν ἀρχὴν τῷ Ὠσηὲ, καὶ τῷ Ἡσαΐᾳ, ἐπὶ Ὀζίου

βασιλέως Ἰούδα, καὶ ἐνἡμέραις Ἱεροβοὰμ τοῦ Ἰωὰς βασιλέως Ἰσραὴλ, γέγονε πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ. Λόγους δὲ εἶδε, καὶ προφητεύει κατὰ τῆς Ἱερουσαλὴμ, καὶ κατὰ τοῦ Ἰσραὴλ, καὶ τῆς Σαμαρείας, καὶ κατὰ τῶν ἐθνῶν, ∆αμασκοῦ, Γάζης, Ἀσκάλωνος, Ἀζώτου, Ἀκκάρων Τύρου, Ἰδουμαίας, Θαμαᾶν [nota in margine, ἴς. Θαιμὰν], υἱῶν Ἀμμὼν, καὶ Μωάβ· καὶ οὕτως ἐλέγχει, καὶ συγκλείει πάντας εἰς ἀπειθίαν. Ἀλλὰ καὶ Ἀμασίου τοῦ ἱερέως Βαιθὴλ διαβαλόντος αὐτὸν τῷ βασιλεῖ Ἱεροβοὰμ ὡς λέγοντα κατὰ τῆς Σαμαρείας, καὶ κατὰ τοῦ λαοῦ, αὐτὸς οὐδὲν ἧττον οὐκ ἐπαύσατο παῤῥησιαζόμενος, καὶ λέγων τὰ λόγια καὶ περὶ τῆς παρουσίας τοῦ Σωτῆρος.

ΜΙΧΑΙΑΣ, ςʹ.

∆εύτερος μὲν τῶν προειρημένων γέγονεν. ὅτι μετὰ Ὀζίαν ἐπροφήτευσε.

Συνεχρόνει δὲ αὐτοῖς. Ἐπεὶ καὶ αὐτὸς ἐπὶ Ἰωαθὰμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου ἤρξατο προφητεύειν. Ἐγένετο δὲ ὁ λόγος πρὸς αὐτὸν τοῦ Κυρίου, καὶ προφητεύει ἐπὶ Ἱερουσαλὴμ, καὶ περὶ Σαμαρείας, καὶ ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαὸν, καὶ κατὰ τοῦ Ἀχαάβ. Προσημαίνει δὲ καὶ τὴν παρουσίαν τοῦ Σωτῆρος λέγων· Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς ἔσται τὸ ὄρος τοῦ Κυρίου. ΙΩΗΛ, Βʹ. Λόγος Κυρίου ἐγένετο πρὸς αὐτὸν καὶ προφητεύει τοῖς πρεσβυτέροις καὶ πᾶσι τοῖς κατοικοῦσι τὴν γῆν, περὶ τῆς ἁλώσεως τῆς γῆς, καὶ τῶν ἐν αὐτῇ· προφητεύει δὲ καὶ περὶ τῆς τοῦ ἁγίου