1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

1

Contra Latinos

Τοῦ μεγάλου λογοθέτου Γεωργίου τοῦ Ἀκροπολίτου λόγος κατὰ Λατίνων, γραφεὶς αὐτῷ ὅτε ἐν τῇ δύσει κατάσχετος ἦν.

1.1 Ἄνδρες Ῥωμαῖοι, οἱ τῆς πρεσβυτέρας Ῥώμης ὁρμώμενοι,ἐβουλόμην μὲν καλεῖν ὑμᾶς ἀδελφοὺς ὡς ὁμογνώμονας καὶ ὁμόφρονας, ἐπεί τοί γε τοῦτο σκοπὸς τοῦ ὑπὲρ ἡμῶν τὸ καθ' ἡμᾶς προσειληφότος θεοῦ καὶ πάντα τὰ τῆς σαρκὸς ἐπιδείξαντος ἐν ἑαυτῷ ἰδιώματα ἄτερ μόνης τῆς ἐφαμάρτου ζωῆς· καὶ τοῦτο ἦν τὸ μέγα περὶ ἡμᾶς τοὺς ἀνθρώπους μυστήριον, ἵνα συνάψῃ τὰ πάντα ἐν ἑαυτῷ καὶ εἰς ὁμο φροσύνην συνάξῃ τῆς πίστεως, ὅπερ, κατὰ τὸν μέγαν Παῦλον, οὐχ Ἕλλην οὐ βάρβαρος οὐ Σκύθης οὐκ Ἰουδαῖος οὐδ' ἄλλο τι τῶν ἐθνικῶν ὀνομάτων παρείληπται, ἀλλὰ μόνον καὶ ὅλον Χριστὸς αὐτοῖς τὸ ἐπίσημον. ἐβουλόμην μὲν οὖν οὕτω-καὶ γὰρ ἐτυγχάνομεν καὶ πάλαι ἦν ἡμῖν τὸ ὁμόγνω μον καὶ ἀδελφὰ ἐφρονοῦμεν καὶ τοῖς αὐτοῖς κανόσι τῆς εὐσεβείας ἢ καὶ στάθμαις ἀπηυθυνόμεθα καὶ τοῖς μέρεσι πᾶσιν ἐξισαζόμεθα· ἀλλ' ὁ τῷ φθόνῳ διαχωρίσας τὸν πρῶ τον ἄνθρωπον ἀπὸ τοῦ θεοῦ καὶ τοῖς ἀδελφοῖς τὴν κακὴν ἔριν ἐπεμβαλὼν εἰς διάσπασιν, ὡς καὶ εἰς φόνον καταλῆξαι τὸ ῥᾳδιούργημα-φεῦ τῆς ἡμετέρας ἀσθενείας καὶ τῆς τοῦ σατᾶν προσβολῆς-καὶ ἡμᾶς, ὦ φίλοι Ῥωμαῖοι, ἡνωμένους ὄντας διέστησε καὶ εἰς ἀδιάσπαστον συγκεκρα μένους διέλυσε. καὶ νῦν ἀποκλαιόμεθα μὲν ἡμεῖς τὸν ὑμέτερον χωρισμόν, ἀποκλαίονται δέ, ὡς πείθομαι, τοῦτον καὶ ὑμῶν οἱ εὐγνωμονέστεροί τε καὶ συμπαθέστεροι. τί γὰρ χρηστότερον ἢ τερπνότερον ἢ ἀδελφοὺς ἐν τῷ αὐτῷ συνοι κεῖν; τί δὲ χαριέστερον ἢ ὀνησιμώτερον ἢ τοὺς αὐτοὺς ὁμοφρόνως ὑπὲρ τῆς εὐσεβείας ἀνταγωνίζεσθαι; τί δὲ ἀθλιώτερον ἢ ἐλεεινότερον ἢ ἀπορραγῆναι τοὺς ὁμονοοῦντας ἐν Χριστῷ εἰς διχόνοιαν καὶ τοὺς ἡνωμένους ἐν πνεύματι εἰς ἀξυμφυῆ τὴν διάστασιν; εἰ δὲ καὶ ὅπου δύο ἢ τρεῖς ἐν Χριστῷ συνηγμένοι, ἐν τούτοις μέσος γνωρίζεται, πόσῳ μᾶλλον ἐν δυσὶν ἢ τρισὶν ἢ καὶ πλείοσιν ἔθνεσιν ἐν ἑαυτῷ συμφρονοῦσιν οὐ παρέσται καὶ πληρώσει τῶν ἀγαθῶν, ὅσα τε ἐνταῦθα τῆς εἰρήνης εὑρίσκεται καὶ ὧν ὁ καρπὸς ἡ τῶν τελουμένων κάθαρσις ἢ ἀνάβασις, καὶ ὅσα ἐκεῖθεν τῆς ὑψηλοτέρας ζωῆς καὶ ἀμείνονος;

1.2 ∆ιὰ ταῦτα δὴ τῷ ὑμετέρῳ χωρισμῷ σπαραττόμεθα καὶ τὸ πάθος οὐ διαφέρομεν, ὅτι μέλη ὄντες Χριστοῦ καὶ πρὸς μίαν κεφαλὴν αὐτὸν ἀναγόμενοί τε καὶ συναρμολογούμενοι οὐκέτι συμπνέομεν τοῖς αὐτοῖς οὐδ' εἰς ἓν ἔργον τὸ ἅπαν σῶμα κινούμεθα, ἀλλ' ἀντιφερόμεθα ἑαυτοῖς εἰς ἑτεροίας πράξεις καὶ ἐναντιουμένας τὸ πλεῖστον μέρος ἐξ ἀντιθέσεως, οὐδ' εἰς μίαν γωνίαν τὸν ἀκρογωνιαῖον τιθέμεθα, ἀλλ' ὥσπερ εἰς ἄλλην καὶ ἄλλην κατηρτισμένοι τὴν οἰκοδόμησιν ἄλλα μὲν ἡμεῖς γνωματεύομεν, ἄλλα δὲ ὑμεῖς τερατεύεσθε. καὶ τίς ὁ θρηνήσων ἡμᾶς Ἱερεμίας; καὶ πόσων ἂν χρεία δακρύων τούτῳ προσγένοιτο· εἰ γὰρ τῆς Ἱερουσαλὴμ ἁλω θείσης καὶ Ἰουδαίων παραχθέντων αὐτῆς, μιᾶς πόλεως καὶ πολλοστοῦ ἔθνους καὶ τὴν φαινομένην πεπονθότων αἰχμα λωσίαν, πηγὰς ἐζήτει καὶ θαλάσσας εἰς δάκρυα, πάσης σχεδὸν τῆς οἰκουμένης ἀντιφωνούσης εἰς τὴν εὐσέβειαν καὶ ἀντί φθογγα δογματιζούσης εἰς τὸ κατὰ Χριστὸν κήρυγμα, πόσων ἂν ἐκείνῳ χρεία θαλασσῶν ἐγένετο πρὸς τὰ δάκρυα; ἔμοιγε οὖν οὐκ ἀνθρώποις οὗτος ἁρμόδιος ὀδυρμὸς οὐδὲ τοῖς τὸ θνητὸν τοῦτο φοροῦσιν ἔνδυμα, ἀλλ' ἀγγέλοις ἢ χερουβὶμ καὶ πάσαις ταῖς ὑπεράνω δυνάμεσιν, ἵν' ἀξίως ἡμᾶς ἀπο κλαύσωνται οὐκ ἐπιγινώσκοντας τὴν ἀλήθειαν οὐδὲ τὸ μυ στήριον τοῦ Χριστοῦ, δι' οὗ τὴν ἡμετέραν σωτηρίαν ἐπραγμα