Fragmenta in Jeremiam
De Simulatione, ad Jeremiae cap. IX, 8-26. v. 8.
Τὸ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικὰ, καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἐχθράν κτλ. Οὐκ ἂν οἱ γραμματεῖς καὶ οἱ φαρισαῖοι τοῦ λαοῦ τῶν Ἰουδαίων πολὺ τὸ οὐαὶ παρὰ τοῦ σωτῆρος ἐκληρονόμησαν, εἰ μὴ διὰ τὴν ὑπόκρισιν· ἐν γὰρ τοῖς ἐλέγχοις τῶν ἁμαρ- τιῶν αὐτῶν οὐκ ἐπαύσατο κατὰ πᾶσαν αἰτίαν προλέγων ὁ Κύριος· Οὐαὶ ὑμὶν, 592 γραμματεῖς καὶ φαρισαῖοι ὑποκριταὶ, κεκονιαμένους τάφους ἀποκαλῶν αὐτοὺς, οἱ ἔ- ξωθεν μὲν φαίνονται τοῖς ἀνθρώποις ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πά-σης ἀκαθαρσίας. Ἐὰν γάρ τι εἰς τὸν πλησίον ἀγαθὸν ἐργασώμεθα διὰ τῆς ἀνυποκρίτου ἀγάπης, ἀ-κούομεν παρὰ τοῦ σωτῆρος· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Οὕτω δὲ καὶ εἴ τι φαῦλον διὰ τῆς ἀπατηλῆς καὶ μιαρᾶς ὑποκρίσεως, ἢ καὶ διὰ ὁποιασοῦν ἑτέρας ἁ-μαρτίας, εἰς τὸν ἀδελφὸν ἐνδειξώμεθα, ὁ-μοίως ἁμαρτάνομεν καὶ εἰς τὸν Θεόν. ∆εῖνον οὖν ἡ ὑπόκρισις, ἀδελφοὶ, καὶ πολέμιον· καὶ κεκρυμμένος ἐν τῇ καρδίᾳ δόλος, εἰς ἀπά-την τῶν ἁπλῶς προσφερομένων, τοῖς ἀγά-πην κεκτημένοις, ἄλλα μὲν ἐκ στόματος λα- λοῦσα, ἄλλα δὲ ἐν στέρνοις φέρουσα, δελεάζει.
Οὐκ ἀγαθὸν ἡ ὑπερηφανία, ψευδοδοξίαν ἔχουσα πολλήν· δῆλον γὰρ, δῆλον, ὡς πᾶν ἀγαθὸν τέλειον θεόθεν ἔρχεται· καὶ οὐκ ἔστι ληπτὸν ἄλλως ἀνθρώπῳ, ὡς ὄντως ἀ-ληθέστατον εἶναι πάντων τὸ εἰρημένον, ὅτι δέοι τὸν αὐχοῦντα ἐπί τινι τούτῳ μόνον σε-μνύνεσθαι, καὶ ἐπὶ τῷ συνιέναι καὶ γινώσ-κειν ὅτι Κύριος αὐτός ἐστιν ὁ ποιῶν ἔλεος καὶ κρίμα καὶ δικαιοσύνην, καὶ ἐν τούτῳ ἐστὶ τὸ θέλημα τοῦ Θεοῦ. Ἀρέσκεται γὰρ τὸ θεῖον τῷ τοιούτῳ ἀνθρώπῳ, μόνιμά τε καὶ βέβαια φέρει διὰ παντὸς τὰ ἀγαθὰ, ὅταν τούτῳ τὴν αἰτίαν ἀποδιδῷ τῷν παρόντων ἀγαθῶν τῷ ὄντως αἰτιωτάτῳ, ᾧ τὴν αἰτίαν ἀναφέρειν δεῖ καὶ τοῦ μένειν τὰ ἀγαθά. Πῶς περιτετμημένους ὀνομάσας ὁ λό-γος, εἶτα οὐκ Ἰουδαίους μόνον ὀνομάζει, οὐ-δὲ Ἰσραηλίτας, οὐδὲ τὸν οἶκον Ἰακὼβ, οὐδὲ αὐτὸ τὸ κείμενον ὄνομα τὸ οἰκεῖον, Ἰούδα, 593 ἀλλ' ἐγκαταλέγει τούτοις καὶ Αἴγυπτον, καὶ Ἐδὼμ, καὶ υἱοὺς Ἀμμὼν, καὶ υἱοὺς Μωὰβ, ὡς πάντας ἀπεριτμήτους καρδίας αὐτῶν; ἄ-ρα γὰρ τοιοῦτόν τι θέλει εἰπεῖν ὁ λόγος, ὅτι δὴ δοκοῦσι μὲν ἔχειν τὸν νόμον τὸν τῆς πε-ριτομῆς οἱ υἱοὶ Ἰσραὴλ, οὐδὲν δὲ διαφέρουσι τῶν λοιπῶν ἐθνῶν τῶν ἀπεριτμήτων, ἀπε-ρίτμητοι ὄντες καὶ αὐτοὶ τὰς καρδίας αὐτῶν, οὐκ ἀποτετμημένοι τὰς κακίας; Ἄρα, φημὶ, τοιοῦτόν τι εἰπεῖν βούλεται ὁ λόγος, ὅτι ἔ-χουσι μὲν τὸν λόγον τὸν τῆς περιτομῆς καὶ τὰ λοιπὰ λόγια τοῦ Θεοῦ οἱ υἱοὶ Ἰούδα, οὐ-δὲν μέν τοι διαφέρουσι τῶν οὐκ ἐχόντων τὸν νόμον τοῦ Θεοῦ, Αἰγύπτου καὶ Ἐδὼμ, υἱῶν Ἀμμὼν καὶ υἱῶν Μωάβ; Ἢ μέν ποτε πάντας ὁμοῦ περιτετμη-μένους καλεῖ, οὐ μόνον τοὺς Ἰσραηλίτας καὶ τοὺς Ἰουδαίους, ἀλλὰ δὴ καὶ τὰ λοιπὰ ἔθνη, ὡς δηλοῖ καὶ τὰ ἀναγινωσκόμενα γράμματα; πάντας γὰρ ἐκάλεσε περιτετμη-μένους, εἶτα ὑπέταξεν Αἴγυπτον καὶ Ἰούδαν καὶ τὰ λοιπὰ ἔθνη. Καὶ πῶς ἐστι προσαχθῆναι πάντας αὐτοὺς εἰπεῖν περιτετ-μημένους;
Πάντα τὰ ὀνομασθέντα ταῦτα ἔθνη τὰ προκείμενα, εἴ τις ἄνωθεν συλλογίζοιτο, εὕροι ἂν ἐκ σπέρματος Ἀβραάμ. Ἁβραὰμ περιετμήθη ὢν ἐτῶν ἐννέα καὶ ἐννενήκοντα, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ, Ἰσμαὴλ καὶ πάντες οἱ ἄνδρες τοῦ οἴκου αὐτοῦ, καὶ οἱ οἰκογενεῖς, καὶ οἱ ἀργυρόνητοι, οἱ ἐξ ἀλλογενῶν ἐθνῶν· περιέτεμεν αὐτούς. Ταῦτα γὰρ ἐπὶ λέξεως τὰ ἀναγεγραμμένα ἐν τῇ Γενέσει. Πῶς οὖν ἐπ' Αἰγυπτίους καταβιβάζει, καὶ ἐπ' Ἐδώμ, καὶ ἐπὶ υἱοὺς Μωὰβ, καὶ ἐπὶ υἱοὺς Ἀμ-μὼν τὴν περιτομήν; Περιτέτμηται μὲν ὁ Ἰσμαὴλ, ὡς ἔφην, κατὰ νόμον, τρισκαιδε-καετής που ὢν, οἷα δὴ υἱὸς ὢν τοῦ Ἁβραὰμ ἐκ τῆς Ἄγαρ τῆς παιδίσκης τῆς Αἰγυ-πτίας. Καὶ