1

 2

1

Fragmentum ex oratione contra astronomos

Τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ἐκ τοῦ πρὸς ἀστρονόμους λόγου.

Ὥσπερ οἱ ἰχθύες οἱ ἐν τοῖς ὕδασι ζῶντες διὰ τῶν ἐν μήτρᾳ συνεπικλυζομένων χυμῶν καὶ ὑδάτων εἰς ζωογονίαν ψυχαγωγοῦνται, μετὰ μέντοι τὸν τόκον οὐ κατ' ἐκπνοὴν, ἀλλὰ κατ' εἰσπνοὴν καὶ ἀναπνοὴν τῆς ζωῆς τοῦ ἀέρος πᾶν ἔμψυχον ἀπολαύει ζῶον· καὶ δεσμὸς μὲν τῆς ψυχῆς ἐστι τὸ σῶμα, δεσμὸς δὲ τοῦ σώματός ἐστι τὸ αἷμα, μᾶλλον δὲ ἡ τοῦ αἵματος ἐνυπόστατος θέρμη, ἧς ἀποψυχωμένης, ὁ τῆς ψυχῆς χωρισμὸς ἐκ τοῦ σώματος γίνεται, ἀποπηγνυμένου τοῦ αἵματος. Ὅθεν τὰ αὐθωρὰ καὶ αὐθήμερα τῶν ἀνθρώπων νεκρὰ σώματα ἀνατεμνόμενα, χολὴν μὲν ἴσως ἔτι ἔχουσιν ἔνδον, ὡσαύτως καὶ φλέγμα καὶ χυμὸν, αἷμα δὲ οὐδαμῶς· κατ' ἔλλειψιν γὰρ, ὡς ἤδη εἶπον, τοῦ θερμοῦ στοιχείου ὁ τῆς ψυχῆς χωρισμὸς ἐκ τοῦ σώματος γίνεται. Καὶ τούτου χάριν τὰ πλεῖστα τῶν βρεφῶν νυκτὶ καὶ τίκτονται, ἀποψυχωμένης τῆς μήτρας καὶ ἐξωδούσης διὰ τῆς νυκτε ρινῆς ψύξεως τὸ βρέφος· τὸν αὐτὸν δὴ τρόπον καὶ τὰ πλεῖστα τῶν σωμάτων νυκτὶ τελευτῶσιν, ὡς ἀν τιδιωκομένης τῆς θέρμης τοῦ αἵματος καὶ δη... ούσης ὑπὸ ψύχους τῆς νυκτός. Καὶ οὗτος μὲν ὁ λό γος τοῦ χωρισμοῦ τῶν ψυχῶν.

Ἀναγκαῖον δέ σε καὶ τὸν ἴδιον τῶν στοιχείων τοῦ σώματος χωρισμὸν ἐπί στασθαι, ἵνα καὶ τὸν τῆς ἀναστάσεως ἐν βεβαίῳ κατ έχῃς λόγον. Ἀποχωριζομένης γὰρ τῆς ψυχῆς ἐκ τοῦ σώματος, τὰ τέσσαρα στοιχεῖα ἐξ ὧν συνῆλθον ... μων ἐν αὐτοῖς καὶ ἀποφέρονται, ἐν μὲν τῷ πυρὶ τὸ θερμὸν τοῦ αἵματος ὡς εἰς ἰδίαν παρακαταθήκην, ἐν δὲ τῷ ὕδατι τὸ ὑγρὸν, ἐν δὲ τῷ ἀέρι τὸ ψυχρόν· λοιπὸν ἐν τῇ γῇ, ἤτοι τῷ τάφῳ, ἀπομένει τὸ ξηρὸν, 36.676 ἤτοι ὁ χοῦς ὁ ληφθεὶς παρ' αὐτῆς ὑπὸ Θεοῦ ἀπ' ἀρχῆς. Τῷ οὖν καιρῷ τῆς ἀναστάσεως ὡς ἐκ παρα θηκῶν τινων τῶν εἰρημένων τοῦ κόσμου μερῶν, ἀποδίδωσιν ἕκαστον στοιχεῖον πρὸς τὸν χοῦν τὸ ἴδιον, καὶ πάλιν συνίσταται τὸ σῶμα ἐκ τεσσάρων, καὶ προστρέχει αὐτῷ ἡ ψυχὴ, καὶ οὕτως πάλιν ἀναμορφοῦται ὁ ἄνθρωπος. Θελήσεις δὲ ὡς πάντα φιλολο γοῦντα καὶ τοῦτο ἐν εἴδει ποιήσασθαι· φημὶ δὴ τῶν διὰ τοῦ σώματος ἐνεργειῶν τῆς ψυχῆς μνήμης τέ φημι καὶ λόγου, ἐπιθυμίας καὶ θυμοῦ, γέλωτός τε καὶ πνοῆς, ποῦ ταῦτα, καὶ διὰ ποίων ἐνεργοῦνται μορίων. Αἱ μέντοι γὰρ μνῆμαι καὶ αἱ τούτων διακρίσεις διὰ τοῦ ἐγκεφάλου ὑπὸ τῆς ψυχῆς ἐνερ γοῦνται· διόπερ πολλάκις κατὰ κεφαλῆς τινες καιρίαν πληγὴν λαβόντες, οὐκ ἀπέθανον μὲν παρ' αὐτὰ, ἔκφρονες δὲ καὶ ἀνούστατοι γέγοναν· διὰ τοῦτο με τάφρενα τὰ ὄπισθεν τῆς κεφαλῆς λέγονται. Τὸ δὲ λογιστικὸν διὰ τῆς καρδίας ἐνεργεῖ ἡ ψυχή. Τὸ δὲ ἀναπνευστικὸν διὰ τοῦ πνεύμονος· τὸ δὲ θυμικὸν διὰ τοῦ αἵματος· ὅθεν ἔστιν ἰδέσθαι πολλάκις ἐν τοῖς θυμουμένοις κατὰ τὴν ὥραν τοῦ θυμοῦ, ὕφαιμον καὶ πυρακτούμενον τὸ εἶδος αὐτῶν. Τὸ δὲ ἐπιθυμητικὸν ἡ ψυχὴ διὰ τοῦ ἥπατος ἐνεργεῖ· ὅθεν τοῦ ἥπατος ψυχομένου, δυσπευσίας εὐθέως παρακο λουθούσης, ἀνορεκτεῖ ὁ ἄνθρωπος περὶ τὰς βρώσεις. Ἐπίστησον γὰρ ὡς πάντα τὰ λίχνα ζῶα τέλειον ἥπατος ἔχουσιν· οἷον γίνονται χοῖροι καὶ στρουθίονες. Γνώσῃ δὲ πάλιν τὸ μειδιαστικὸν διὰ τοῦ σπληνὸς ἐνεργεῖν τὴν ψυχὴν δυσεπιθύμως πρὸς τοὺς γέλωτας ἔχουσι· καὶ οἱ πολλάκις ὑπὸ πλειόνων γε 36.677 λώντων κατασυρόμενοι, σπληνίζεσθαί φασι. Θελήσεις δὲ πάντως καὶ περὶ σπερμογόνων νοεῖν δι' οἵων καὶ πόθεν πρόεισι μορίων, οἵτινές εἰσιν οἱ νεφροί· ὅθεν καὶ οἱ περὶ τὰ τοιαῦτα δεινοὶ φιλοῦσιν εἰπεῖν τοὺς λίαν περὶ τὰς συνουσίας ἀφειδῶς ἔχοντας κατα κάμπτεσθαι τῇ ὀδύνῃ τῶν νεφρῶν.