1

 2

 3

 4

1

In annuntiationem

Γρηγορίου ἐπισκόπου Νύσης ἐγκώμιον εἰς εὐαγγελισμὸν τῆς ὑπεραγίας θεοτόκου.

Ἀεὶ ὅταν μνησθῶ τῆς Εὔας τὴν παρακοὴν δακρύω· καὶ ὅταν ἴδω πάλιν καὶ

κατανοήσω τὸν καρπὸν τῆς θεοτόκου Μαρίας ἀνακαινίζομαι. ∆εῦτε, λαοί, τὸν ἐκ παρθένου τεχθέντα πάντες ἀνυμνήσωμεν, δόξα καὶ χαρακτὴρ πρὸ αἰώνων ὑπάρχον θεότητος ὁμοιοπαθεὶς γέγονεν τῇ ἡμετέρᾳ πτωχίᾳ, ἡ μεγαλοπρεπὴς ἐξουσία ἐν μορφῇ θεοῦ ὑπάρχων μορφὴν δούλου ἀνέλαβεν, ὁ ἐπὶ χερουβὶμ ὑπὸ μυριά δων ἀγγέλων ἀνυμνούμενος ἐμπολιτεύεται κόσμῳ, ὁ πρὸ ὢν καὶ σώζων ὅλον τὸν κόσ μον ἐξ ἁγίας παρθένου ἐτέχθη, ἵνα τὸν πρωτόπλαστον πάλιν ζωοποιήσῃ.

∆εῦτε οὖν καὶ ἡμεῖς, ἀγαπητοί, ἐπὶ τὸν λιμένα τοῦ σωτῆρος ἡμῶν ὁρμήσαντες τῆς θείας χάριτος μετὰ τοῦ Γαβριὴλ τὸ "χαῖρε κεχαριτωμένη" λέγοντες, τὴν ἁγίαν παρθένον ὑμνήσωμεν. Ὅτι ἐξ αὐτῆς προῆλθε τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον ἡμᾶς τῇ αὐτοῦ ἀγαθότητι· ἱερὸν γὰρ ἡγιασμένον καὶ ναὸς θεοῦ ἀκραιφνὴς ἐτύγχανε, τὸ χρυσοῦν τῶν θυμιαμά των θυσιαστήριον, διὰ τὴν ἀνυπέρβλητον αὐτῆς καθαρότητα, τὸ θεῖον θυμίαμα τῆς συνθέσεως καὶ τὸ ἅγιον ἔλαιον τῆς χρήσεως, τὸ πολύτιμον τῆς πιστικῆς νάρδου ἀλά βαστρον, τὸ ἱερατικὸν διάδημα, τὴν ἀπόῤῥητον τοῦ θεοῦ μηνύουσα βούλησιν, ἡ μόνη σώματι καὶ πνεύματι ἁγία ὑπάρχουσα, ἡ πύλη ἡ κατὰ ἀνατολὰς βλέπουσα καὶ διὰ τῆς δεσποτικῆς εἰσόδου τε καὶ ἐξόδου τὸν κόσμον φωτίσασα, ἡ κατάκαρπος ἐλαία, ἐξ ἧς τὸ μυστικὸν τοῦ κυρίου λαβὸν κάρφος τὸ ἅγιον πνεῦμα τὸ χειμαζόμενον τῶν ἀνθρώπων γένος διεκόσμησεν. Αὕτη τῶν παρθένων καύχημα καὶ τῶν μητέρων ἀγαλλίαμα, τὸ ἀρχαγγελικὸν μήνυμα καὶ θεῖον εὐαγγέλιον δεχομένη· "χαῖρε κεχαριτωμένη, ὁ κύριος μετά σου καὶ πάλιν ἐκ σοῦ", κυοφορηθῆναι γὰρ ἐκ τῆς ἁγίας παρθένου εὐδοκήσας ὁ κύριος τὸν ἀρχάγγελον εὐαγγελιζόμενον προσαπέστειλε. Ὁ δὲ ἐκ τῶν ἄνω ἀφράστων δυνάμεων πρὸς τὴν Μαρίαμ παραγενόμενος, πρώην τὸ "χαῖρε κεχαριτωμένη" αὐτῇ προσεκήρυξεν καὶ εὐθέως πάλιν ἐπήγαγεν· "Ὁ κύριος μετά σου, εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου". Ἡ δὲ διεταράχθη καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. Προσήκοντος ἄρα τὴν ἁγίαν παρθένον Μαρίαμ ἡ χάρις ἐκλέ λεκται, σοφὴ γὰρ κατὰ πάντα ἡ ἁγία ἐτύγχανεν ἐκ πασῶν γενεῶν ἐν γυναιξί, οὐδε μία αὐτῇ ὅμοια γέγονε ποτέ. Οὐχ ὡς ἡ πρώτη παρθένος Εὔα ἐν παραδείσῳ ὑπάρχουσα μόνη, χαύνη τῇ διανοίᾳ παρὰ τοῦ ὄφεως τὸν λόγον ἐδέξατο καὶ οὕτως ἐφθάρη τὸ τῆς καρδίας φρόνημα καὶ δι' ἐκείνης ἅπας ὁ ἀγὼν τῶν ἁγίων ἐγένετο· ἀλλ' ἐν μόνῃ τῇ ἁγίᾳ παρθένῳ τὸ ἐκείνης ἀνασέσωσται σφάλμα. Οὐχ ὡς ἡ Σάῤῥα εὐαγγελισθεῖσα πε ρὶ τῆς τοῦ υἱοῦ συλλήψεως προπετεία ἐγέλασεν· οὐχ ὡς ἡ Ῥεβέκκα αὐτομόλως τὰ κό σμια ἐδέξατο καὶ τὰς καμίλους τοῦ μνηστῆρος προθύμως ἐπότισεν· οὐχ ὡς πᾶσα γυνὴ τοῦ χαριεντοῦ ἀσπασμοῦ ἀπεριέργως ἐδέξατο· ἀλλ' ἐῤῥωμένῃ διανοίᾳ φαιδρῷ τῷ φρο νήματι ἐν αὐτῇ διηπόρει καὶ ἔλεγεν· "Ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος; πόθεν ἡ δωρεὰ τὴν ὑπόθεσιν κέκτηται; πόθεν ἡμῖν οὗτος τὴν εὐλογίαν ἐκόμισε; πόθεν ἡμῖν θησαυρῶν ὁ μαργαρίτης τοῦ λόγου ἀπέσταλται; γνῶναι βούλομαί τι τὸ δῶρον καὶ τίς ὁ φέρων καὶ τίς ὁ πέμψας. Ἐξ οὐρανοῦ παραγέγονας, ἀνθρώπου χαρακτῆρα δεικνύεις, ἄνθρω πον θεωρῶ, καὶ λαμπάδας φωτὸς ἀπαστράπτεις".

Ταῦτα ἐν ἑαυτῇ διηπόρει καὶ ἔλε γεν· τοιούτοις δὲ λόγοις τῆς Μαρίας τὴν διάκρισιν ἔλυσεν ὁ ἀρχάγγελος· "Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπί σε καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ συλλήψῃ καὶ τέξῃ υἱόν· καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ