1
In Lazarum et in ramos palmarum (homilia 18) (olim sub nomine Titi Bostrensis) [Sp.]
Ησυχίου, πρεσβυτέρου Ἱεροσολύμων, λόγος εἰς τὸν Λάζαρον καὶ εἰς τὰ
βάϊα.
1 Ὥσπερ ἡ ἀμέτρητος ἄβυσσος βρύει ἀφθόνως τὰς πηγὰς τῶν ὑδάτων καὶ αἱ πηγαὶ πάλιν ἀπολύουσιν ἀκρατήτους ποτα μούς, οἱ δὲ ποταμοὶ ἐπισκέπτουσι τὴν γῆν καὶ μεθύσκουσιν αὐ τήν, τοῦ καρποφορῆσαι ἄρτον εἰς βρῶσιν καὶ οἶνον εἰς εὐφρο σύνην τῶν ἀνθρώπων, οἱ δὲ ἄνθρωποι ἀπολαύοντες πληροῦσι τὸ γεγραμμένον· «Φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέ σουσι κύριον οἱ ἐκζητοῦντες αὐτόν»· οὕτως καὶ ἡ ἄφατος φιλαν θρωπία τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐκ τῆς ἀμετρήτου ἀβύσσου τῆς ἀγαθότητος καὶ φιλανθρωπίας αὐτοῦ, πηγάζει ἡμῖν τὰς ἁγίας αὐτοῦ ἑορτὰς ἐν αἷς τὴν σωτηρίαν ἡμῶν εἰργάσατο. Καὶ αὐτὸς μὲν ἑορτὴν πηγάζει, ἡ δὲ χάρις τοῦ ἁγίου Πνεύματος ἡ ἐνεργοῦσα ἐν τῇ ἑορτῇ «τὰ ὁρμήματα τοῦ ποταμοῦ» πληροῖ, λέγω δὴ τοὺς θεοφόρους ἄνδρας, τοὺς «διδασκαλίαν ἐν τῇ διδα σκαλίᾳ» κεκτημένους· καὶ αὐτοὶ ἐπισκέπτονται τὴν νοητὴν καὶ λογικὴν γῆν τῆς ἀνθρωπότητος, εὐφραίνοντες τὴν ἁγίαν ἐκκλησίαν, ἥτις ἐστὶ «πόλις τοῦ μεγάλου βασιλέως» Ἰησοῦ Χριστοῦ, κατὰ τὸ γεγραμμένον· «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ.» Ἡ δὲ ἐκκλησία, εὐφραινομένη καὶ ἡδυνομένη ἀπὸ πιότητος καρδίας, αἰνεῖ καὶ δοξολογεῖ κύριον τὸν ἐν αὐτῇ βασιλεύοντα. Φέρε δὴ καὶ σήμερον εἴπωμεν ὃ προανεφώνησεν αὐ τὸς περὶ ἑαυτοῦ διὰ τῶν ἁγίων αὐτοῦ προφητῶν· ἑρευνήσωμεν πρὸς τὴν δύναμιν ἡμῶν τὴν σωτηρίαν, ἣν ὁ βασιλεὺς ἡμῶν ἐπραγ ματεύσατο ἡμῖν ἐν ταύτῃ τῇ ἑορτῇ· φέρε κατανοήσωμεν ἕνεκεν τίνος βασιλέα αὐτὸν ὕμνησαν οὐ μόνον οἱ ἄνθρωποι, ἀλλὰ καὶ αἱ ἀγγελικαὶ δυνάμεις.
2 Ἡ αἰτία οὖν τῆς ὑμνῳδίας ἡ ἔγερσις Λαζάρου ἦν κατὰ τὸ φαινόμενον, καθώς φησι τὸ εὐαγγέλιον· «Ἐβουλεύσαντο δὲ ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι' αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.» Καὶ αὕτη ἐστὶν ἡ αἰτία τῆς δοξολογίας τῶν πιστῶν κατὰ τὸ φαινόμενον, λελη θότως δὲ καὶ κρυπτῶς ἡ ἔγερσις πάσης τῆς ἀνθρωπίνης φύσεως. Καὶ ὥσπερ τὸ τοῦ Λαζάρου σημεῖον καὶ ἡ ἔγερσις ἐκείνη ὑμνο λογεῖν ἐποίησε τοὺς ἀνθρώπους τὸν Ἰησοῦν, οὕτως καὶ τοὺς ἁγίους ἀγγέλους δοξολογεῖν παρεσκεύασε τὸ σημεῖον τῆς ἐγέρ σεως πάσης τῆς ἀνθρωπίνης φύσεως· καὶ ὅσον μείζων ἡ τῶν πάντων ἔγερσις τῆς ἐγέρσεως Λαζάρου, τοσοῦτον καὶ ἡ δόξα τότε μειζοτέρα. Καὶ ἡ μὲν συνείδησις τῶν βοώντων, ἐξισταμένη τῷ θαύματι, ἐκίνει αὐτοὺς δοξάζειν· ἡ δὲ θεία οἰκονομία διὰ τὴν ἔγερσιν πάσης τῆς ἀνθρωπίνης φύσεως λεληθότως ἐκίνει οὐ μόνον τοὺς ἀνθρώπους ἀλλὰ καὶ τοὺς ἁγίους ἀγγέλους θαυμά ζειν καὶ δοξάζειν τὸν Ἰησοῦν. Εἶδον γάρ, ἀληθῶς εἶδον καὶ ἔμαθον καὶ κατεσοφίσθησαν σοφίαν, ἣν οὐκ ᾔδεισαν, αἱ ἀγγελικαὶ δυνά μεις διὰ τῆς ἐκκλησίας τῶν πιστῶν ἐκφαινομένην ἀπὸ τοῦ θεοῦ τοῦ τὰ πάντα κτίσαντος, τὴν πρὸ τῶν αἰώνων ἐν αὐτῷ κεκρυμμέ νην, λέγω δὴ τῶν διδαχῶν καὶ ἐπαγγελιῶν καὶ θαυματουργιῶν τοῦ κυρίου Ἰησοῦ, καθώς που ὁ θεσπέσιος Παῦλός φησιν· «Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ.» Μανθάνουσι γὰρ αἱ ἄνω δυνά μεις, ἅπερ οὐδέπω εἶδον, οὐδὲ ἤκουσαν· κτίσματα γάρ εἰσι, καὶ τὸ κτίσμα οὐκ ἔστιν μὴ χρείαν ἔχον μαθεῖν, ἀλλ' οὐδὲ τὰ μέλλοντα γενέσθαι γινώσκουσιν, εἰ μή τι δἂν ὑπὸ τῆς ἁγίας καὶ σεπτῆς καὶ προσκυνητῆς τριάδος μυηθῶσιν.