ΠΡΟΣΘΗΚΑΙ

 κατηνάλωτο· πλήν, τὸ ὅσον ἐφ' ἑαυτοῖς, καὶ κατακρίνουσι καὶ τοῦ πυρὸς τὰς καμίνους ἀνοίγουσιν. ∆ιὰ τοῦτο μὴ ὦμεν ἡμεῖς τοιοῦτοι. Καὶ ἔτι γνώμην ὑμῖν δ

 πραττόμενον. Καὶ διὰ τοῦτο οἰακιστέον τὴν ἑαυτοῦ νῆα, μὴ καταψευδόμενον τῆς κυβερνητικῆς μηδὲ δεδιότα τοὺς χειμῶ νας, καὶ πᾶν τὸ ἐξ ἐναντίας ἀποβησόμε

 Καθάπερ ὁ λίαν μεγαλοφώνως τὸν Ὀρέστην ὑποκρινόμενος φοβερὸς εἶναι καὶ μέγας παρὰ τοῖς ἀνοήτοις διὰ τῶν ξυλίνων ποδῶν καὶ κοιλίας ἐπιπλάστου καὶ στολῆ

 Ταπεινωτέον δ' αὑτὸν οὐ λόγῳ μόνον ἀλλ' ἔτι καὶ τοῖς ἔργοις, ὅπως μὴ ὦμεν γόητες καὶ θῶπες, πραεῖς δὲ καὶ μὴ κόλακες. Καὶ ἔτι προσήκει τὸν ὀρθῶς πολιτ

 ὀφρύων ἢ χειρῶν πατάγου διαβαλλομένων· ἀδύνατον γὰρ μὴ ἑαυτοῦ κατήγορόν τινα γενέσθαι. Πᾶς δὲ πιστός, ἐπειδὰν διαπαίζεσθαι νομίζηται ὑπό τινος, κατὰ τ

 Ῥητέον οὖν τῷ εὐγνώμονι πρὸς ἑαυτόν, ἐπειδάν τινων ἁμαρτήμασι τὸν ἑαυτοῦ χρήσῃ νοῦν· Μήτι ἄρα κἀγὼ τοι οῦτος Ὁ δὲ οἶνος μήτε ὁσημέραι ἐπὶ τὸ μεθύειν

 Καὶ οἱ μὲν εἰσελάσαντες εἰς τὴν ἠγαπημένην πόλιν τοῦ πα τρὸς γέρως ἀϊδίου μεταλήψονται, τοῖς δὲ ἀποβήσεται διὰ τῆς ἐνταῦθα τροφῆς τῆς κατὰ ἀληθείαν ἀπ

 αὐτουργίαν ἀθλίους ἡμᾶς καὶ ἀβοηθήτους ὑπολάβῃ, μόνον δὲ φυλακτέον μή τις ἐπὶ κακίᾳ καὶ πονηρῷ βίῳ διαβάλῃ τοὺς εἰ δέναι θεὸν φάσκοντας. Συνελόντι δ'

ΠΡΟΣΘΗΚΑΙ

Περιέχουσαι νόθα εἰς τὰ ἅπαντα Ἰουστίνου, πράξεις τοῦ μαρτυρίου αὐτοῦ καὶ τῶν σὺν αὐτῷ, πρὸς δὲ καὶ τεμάχια τῶν ἀπολεσθέντων

συγγραμμάτων Ἰουστίνου, Τατιανοῦ καὶ Θεοφίλου. IOΥΣΤIΝOΣ ΖHΝAι ΚAI ΣEΡHΝΩι ΤOIΣ A∆EΛΦOIΣ ΧAIΡEIΝ. Περὶ μὲν τῆς κατὰ πρόλημμά τινων ἀλογίστου παι δείας, μαθήσεώς τε ἀνωφελοῦς, κατὰ παράδοσιν ἀνθρώπων κληρονομηθείσης ὑπὸ τῶν τὰ ὅμοια τοῖς Φαρισαίοις νοούν των τε καὶ πραττόντων, ἐν τῇ πρὸς Πάπαν ἐπιστολῇ μετὰ πάσης ἀκριβείας ἐξεθέμην. Ἵνα δὲ μὴ πάνυ μεμπτικὸς εἶναι δόξαιμι, παρέχοιμι δὲ καὶ λαβὰς σωτηρίους τοῖς βουλομένοις εὖ πράττειν, ἐν τῇ γραφείσῃ πρὸς ἄρχοντάς μοι λίαν ἐπι μελῶς, ὡς ἐγὼ νομίζω, συντάξας, οὐκ ὤκνησα καὶ ὑμῖν ἐπι στεῖλαι, χάριν τοῦ γινώσκειν ὑμᾶς τὰς παιδαριώδεις τινῶν πολιτείας. Τὸ γὰρ εἰδέναι τῶν μὴ κατὰ λόγον πολιτευομέ νων τὰς ἀναστροφὰς σωφρονίζει τοὺς μὴ ἐμπίπτειν εἰς τὰ ὅμοια σπεύδοντας. Ὑμᾶς μὲν οὖν καλῶς ἔχει τὰ ἐκ παρα σκευῆς ἀνδραγαθεῖν· ἀλλ' ἐπεὶ τοῦ νῦν αἰῶνος ταῖς περιφο ραῖς τὰ τῆς γνώμης ἡμῶν συνταράττεται κατασπωμένων εἰς τὸν κόσμον, ὅθεν ὁ σωτήρ, οὐκ εἶναι λέγων ἑαυτὸν καὶ ἡμᾶς τούτου, τῆς πρὸς τοῦτον κοινωνίας ἀπέστρεψε, συμ βουλεύω ὑμῖν φίλους τῆς ἀληθείας γίνεσθαι, καὶ τὸ ἀποτέ λεσμα τῆς ἐν οὐρανοῖς δυνάμεως καταδεχομένους πᾶν τὸ κατὰ τὸ θέλημα τοῦ πατρὸς τῶν αἰώνων ἀπαρτίζειν, μάχης τε καὶ ζηλοτυπίας κοσμικῆς μακρὰν ἵστασθαι. ∆ιαφέρεται γὰρ ἑαυτῷ πᾶς ὁ ὀργιζόμενος καὶ τὸ τῆς θυμομαχίας εἶδος εἰς ἑαυτὸν καταντᾶν εἴωθεν. Ἤδη γοῦν τινας ἴσμεν ἐφ' οἷς ἂν κινηθῶσιν τῶν πλησίον, δι' οὓς τὰ τῆς λύπης αὐτοῖς ἀποβέβηκε, μηδὲν εἰδότας, ἑαυτοὺς δὲ ἐσθίοντας καὶ ὀδυνῶντας. Ῥητέον οὖν πρὸς τὸν ἐναντιοῦσθαι πειρώμε νον χαλεπὸν μηδέν, καθεσταμένῃ δὲ τῇ γνώμῃ καὶ ἀταράχῳ τῇ διαθέσει τοσοῦτον· Oὐχ οὕτως ἔσται σου τὸ τῆς ἰσχύος δυνατόν, ἵνα μου κινήσῃς τὴν προαίρεσιν. Προνοητέον δὲ καὶ τῆς πρὸς τοὺς διαφερομένους εἰρήνης καὶ μὴ τῷ δόγματι τῆς ὀργῆς συναποφερομένους λέγειν ποτὲ μὲν Φύσεώς εἰμι τοι αύτης καὶ οὐ δύναμαι μὴ ὀργίζεσθαι, ποτὲ δὲ καὶ τῆς κοινω νίας κατὰ τὴν εὐχὴν ἀποχωρεῖν. Τὸ μὲν γὰρ ἔτι κατὰ φύσιν βιοῦν οὐδέπω πεπιστευκότος ἐστίν, τὸ δὲ ζηλοτυπεῖν διὰ φθό νον μακρὰν τῆς ἀληθείας ἱσταμένου. Παιδευτέον οὖν πάντα ὁντινοῦν ἀμνησικάκως, μὴ κατεπιτηδεύοντας τὴν νουθεσίαν. Ἤδη δέ τινας ἴσμεν κατὰ τὸ σαρκικὸν ἐν προκοπῇ γινομέ νους, ἕλκοντας πρὸς τὴν ἑαυτῶν ὀργὴν τὸ εὐαγγέλιον καὶ βου λομένους ἐφαρμόζειν τῷ δόγματι τῆς καταφορᾶς αὑτῶν τὰ λόγια τοῦ σωτῆρος ἡμῶν· οἷς εἰ ἀποβεβήκει τὸ δύνασθαι ἐν γεέννῃ παραδιδόναι τινάς, καὶ ὁ κόσμος ἂν ὅλος ὑπ' αὐτῶν