ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ ΠΡOΣ EΛΛHΝAΣ.
Μὴ ὑπολάβητε, ὦ ἄνδρες Ἕλληνες, ἄλογον ἢ ἀνεπί κριτον εἶναί μου τὸν ἐκ τῶν ὑμετέρων ἐθῶν χωρισμόν· οὐδὲν γὰρ ἐν αὐτοῖς εὗρον ὅσιον ἢ θεοφιλές. Aὐτὰ γὰρ τὰ τῶν ποιητῶν ὑμῶν συνθέματα λύσσης καὶ ἀκρασίας ἐστὶ μνημεῖα. Τῷ γὰρ ἐν παιδείᾳ παρ' ὑμῖν προὔχοντι φοιτῶν τις πάντων ἀνθρώπων ἐστὶν ἀργαλεώτατος. Πρώτιστα μὲν γάρ φησι τὸν Ἀγαμέμνονα, τῇ τοῦ ἀδελφοῦ ἀκρασίᾳ ἐπιτεταμένῃ λύσσῃ καὶ ἀκατασχέτῳ ἐπιθυμίᾳ συνεργοῦντα, καὶ τὴν θυγατέρα πρὸς θυσίαν εὐδοκήσαντα δοῦναι καὶ πᾶσαν ταράξαι τὴν Ἑλ λάδα, ἵνα ·ύσηται τὴν Ἑλένην ὑπὸ λεπροῦ ποιμένος ἡρπασμέ νην. Ὁπότε δὲ καὶ τοῦ πολέμου κατασχόντος αἰχμαλώτους ἤγαγον, αὐτὸς Ἀγαμέμνων ὑπὸ Χρυσηΐδος αἰχμάλωτος ἤγετο· πρὸς τὸν Θέτιδος παῖδα Βρισηΐδος ἕνεκεν ἔχθραν ἤρατο. Aὐτὸς δὲ Πηληϊάδης, ὁ ποταμὸν πεδήσας, Τροίαν κατα στρέψας, Ἕκτορα χειρωσάμενος, Πολυξένης ὁ ἥρως ὑμῶν δοῦλος ἦν, ὑπὸ Ἀμαζόνος νεκρᾶς νενίκητο· τὰ θεότευκτα ὅπλα ἀποδυσάμενος, νυμφικὴν στολὴν ἐνδυσάμενος, φίλτρων θῦμα ἐγίνετο ἐν τῷ τοῦ Ἀπόλλωνος νηῷ. Ὁ γὰρ Ἰθακή σιος Λαερτιάδης ἐκ κακίας ἀρετὴν ἐνεπορεύσατο· ὅτι δὲ ἀγα θῆς φρονήσεως ἄμοιρος ἦν, ὁ κατὰ τὰς Σειρῆνας διάπλους ἐδήλωσεν, ὅτε μὴ ἠδυνήθη φρονήσει ἐμφράξαι τὴν ἀκοήν. Ὁ Τελαμώνιος Aἴας, ὁ τὸ ἑπταβόειον φέρων σάκος, διὰ τὴν πρὸς Ὀδυσσέα περὶ τῶν ὅπλων κρίσιν ἡττηθεὶς ὑπὸ μανίας ἡλίσκετο. Ταῦτα παιδεύεσθαι οὐ θέλω· οὐ γὰρ τοιαύτης ἀρε τῆς ἐπιδικάζομαι, ἵνα τοῖς Ὁμήρου μύθοις πείθωμαι. Ἔστι γὰρ ἡ πᾶσα ·αψῳδία, Ἰλιάδος τε καὶ Ὀδυσσείας ἀρχὴ καὶ τέλος, γυνή. Ἀλλ' ἐπεὶ Ἡσίοδος μεθ' Ὅμηρον Ἔργα τε καὶ Ἡμέ ρας συνέγραψε, τίς αὐτοῦ τῇ λήρῳ Θεογονίᾳ συνθήσεται; Φησὶ γὰρ Κρόνον, τὸν Oὐρανοῦ παῖδα, τῆς ἀρχῆς καθελεῖν τὸν πατέρα καὶ τῶν σκήπτρων λαβέσθαι, καὶ διευλαβηθέντα τὸ ὅμοιον παθεῖν τεκνοφαγεῖν ἑλέσθαι, τῇ δὲ τῶν Κουρήτων ἐπινοίᾳ τὸν ∆ία κλαπέντα καὶ λαθόντα δεσμοῖς καθεῖρξαι τὸν πατέρα, καὶ διανείμασθαι, ὡς λόγος, ∆ία μὲν τὸν αἰθέρα, Ποσειδῶνα δὲ τὸν βυθόν, καὶ Πλουτέα τὴν καθ' ᾅδου μοῖραν λαχεῖν. Ἀλλ' ὁ μὲν Πλουτεὺς τὴν Κόρην ἥρπασε· καὶ ἡ ∆ή μητρα, ἀλωμένη κατὰ τὰς ἐρήμους, τὸ τέκνον ἐζήτει. Καὶ τοῦτον τὸν μῦθον εἰς ὕψος ἤγαγε τὸ ἐν Ἐλευσῖνι πῦρ. Πάλιν ὁ Ποσειδῶν Μελανίππην μὲν ᾔσχυνεν ὑδρευομένην, ὄχλῳ δὲ Νηρηΐδων οὐκ ὀλίγων κατεχρήσατο, ὧν τὰ ὀνόματα ἐὰν διη γώμεθα, πολὺ πλῆθος λόγων κατατρίψομεν. Ὁ μὲν οὖν Ζεὺς μοιχὸς πολλαχῇ· ἐπ' Ἀντιόπῃ μὲν ὡς σάτυρος, καὶ ἐπὶ ∆ανάῃ χρυσὸς καὶ ἐπ' Eὐρώπῃ ταῦρος ἦν, ἐπτεροῦτο δὲ παρὰ Λήδᾳ. Ὁ γὰρ Σεμέλης ἔρως καὶ αὐτοῦ τὴν ἀκρασίαν ἤλεγξε καὶ τῆς Ἥρας τὸν ζῆλον. Τὸν γὰρ Φρύγα Γανυμήδην, φασίν,