1

 2

 3

 4

1

Cum Saturninus et Aurelianus acti essent in exsilium

ΟΜΙΛΙΑ Ὅτε Σατορνῖνος καὶ Αὐρηλιανὸς ἐξωρίσθησαν, καὶ Γαϊνᾶς ἐξῆλθε τῆς πόλεως· καὶ περὶ φιλαργυρίας.

52.413

αʹ. Πολὺν ἐσίγησα χρόνον, καὶ διὰ μακροῦ πάλιν πρὸς τὴν ὑμετέραν ἐπανῆλθον ἀγάπην· ἀλλ' οὐ ῥᾳθυμίᾳ 52.414 τινὶ καὶ ὄκνῳ σώματος, ἀλλὰ τὰς ταραχὰς καταστέλλων, τὰ κύματα κοιμίζων, τὸν χειμῶνα διορθούμενος, 52.415 τοὺς ναυαγοῦντας ἀνιμώμενος, τοὺς γινομένους ὑποβρυχίους πρὸς λιμένα καὶ γαλήνην χειραγωγῆσαι σπεύδων. Κοινὸς γάρ εἰμι πάντων πατὴρ, καὶ οὐ τῶν ἑστώτων μόνον, ἀλλὰ καὶ τῶν πεπτωκότων φροντίζειν ἀναγκαῖον· οὐχὶ τῶν ἐξουρίας φερομένων, ἀλλὰ καὶ τῶν κλυδωνιζομένων· οὐχὶ τῶν ἐν ἀσφαλείᾳ, ἀλλὰ καὶ τῶν ἐν κινδύνοις. ∆ιὰ δὴ ταῦτα τὸν παρελθόντα ἀπελείφθην ἐνδοὺς χρόνον περιιὼν, παρακαλῶν, δεόμενος, ἱκετεύων τοῖς κυρίοις λυθῆναι τὴν συμφοράν. Καὶ ἐπειδὴ τέλος ἔλαβεν ἐκεῖνα τὰ σκυθρωπὰ, πάλιν πρὸς ὑμᾶς ἐπανῆλθον τοὺς ἐν ἀσφαλείᾳ ὄντας, τοὺς μετὰ πολλῆς πλέοντας τῆς γαλήνης. Πρὸς ἐκείνους ἀφικόμην ὥστε λῦσαι τὸν χειμῶνα· πρὸς ὑμᾶς ἐπανῆλθον, ὥστε μὴ γενέσθαι χειμῶνα. Πρὸς ἐκείνους ἀπῄειν, ἵνα ἀπαλλάξω τῶν λυπηρῶν· πρὸς ὑμᾶς παρεγενόμην, ἵνα μὴ περιπέσητε τοῖς σκυθρωποῖς. Ὥσπερ οὐχὶ τῶν ἑστώτων δεῖ φροντίζειν μόνον, ἀλλὰ καὶ τῶν πεπτωκότων· οὕτω πάλιν οὐχὶ τῶν πεπτωκότων μόνον, ἀλλὰ καὶ τῶν ἑστώτων· ἐκείνων μὲν, ἵνα ἀναστῶσιν, τούτων δὲ, ἵνα καταπέσωσιν· ἐκείνων μὲν, ἵνα ἀπαλλαγῶσι τῶν κατεχόντων δεινῶν, τούτων δὲ ἵνα μὴ περιπέσωσι τοῖς προσδοκωμένοις λυπηροῖς. Οὐδὲν γὰρ βέβαιον, οὐδὲν ἀκίνητον τῶν ἀνθρωπίνων πραγμάτων, ἀλλὰ μιμεῖται θάλασσαν μαινομένην, καὶ καθ' ἑκάστην ἡμέραν ὠδίνει ναυάγια ξένα καὶ χαλεπά. Πάντα θορύβων γέμει καὶ ταραχῆς· πάντα σκόπελοι καὶ κρημνοί· πάντα ὕφαλοι καὶ σπιλάδες· πάντα φόβοι, καὶ κίνδυνοι, καὶ ὑποψίαι, καὶ τρόμοι, καὶ ἀγωνίαι. Οὐδεὶς οὐδενὶ θαῤῥεῖ, τὸν πλησίον ἕκαστος δέδοικεν. Ἐκεῖνος πάρεστιν ὁ καιρὸς τάχα, ὃν ὁ προφήτης ὑπογράφων ἔλεγε· Μὴ πιστεύετε ἐν φίλοις, καὶ ἐπὶ ἡγουμένοις μὴ ἐλπίζετε· ἕκαστος ἀπὸ τοῦ πλησίον ἀφέξεσθε· Ἀπὸ τῆς συγκοίτου σου φύλαξον τοῦ ἀναθέσθαι αὐτῇ. Τί δήποτε; Ὅτι καιρὸς πονηρός ἐστιν, Ὅτι πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ, καὶ πᾶς φίλος δολίως πορεύεται. Οὐκ ἔστι φίλος ἀσφαλὴς, οὐκ ἀδελφὸς βέβαιος. Ἀνῄρηται τὸ τῆς ἀγάπης καλόν· ἐμφύλιος ἅπαντα κατέχει πόλεμος, ἐμφύλιος, καὶ οὔτε οὗτος δῆλος, ἀλλὰ συνεσκιασμένος. Μυρία πανταχοῦ προσωπεῖα. Πολλαὶ τῶν προβάτων αἱ δοραὶ, ἀναρίθμητοι πανταχοῦ κεκρυμμένοι λύκοι· καὶ ἀσφαλέστερον ἄν τις ἐν πολεμίοις μᾶλλον βιώσειεν, ἢ ἐν τοῖς δοκοῦσιν εἶναι φίλοις. Οἱ χθὲς θεραπεύοντες, οἱ κολακεύοντες, οἱ χεῖρας καταφιλοῦντες, ἀθρόον νῦν πολέμιοι ἀνεφάνησαν, καὶ τὰ προσωπεῖα ῥίψαντες, κατηγόρων ἁπάντων πικρότεροι γεγόνασιν, ὑπὲρ ὧν πρώην χάριτας ὡμολόγουν, ὑπὲρ τούτων ἐγκαλοῦντες καὶ διαβάλλοντες.

βʹ. Τί οὖν πάντων αἴτιον; Τούτων ὁ τῶν χρημάτων ἔρως, ἡ περὶ τὴν φιλαργυρίαν μανία, τὸ νόσημα ἀνίατον, ἡ κάμινος ἡ μηδέποτε σβεννυμένη, ἡ τυραννὶς ἡ πανταχοῦ τῆς οἰκουμένης ἐκτεταμένη. ∆ιὰ δὴ τοῦτο καὶ ἡμεῖς ἃ πρότερον ἐλέγομεν, καὶ νῦν λέγοντες οὐ παυσόμεθα, καίτοι πολλοὶ πρώην ἡμῖν ἐνεκάλουν, καὶ ταῦτα ἔλεγον· Οὐ παύῃ κατὰ τῶν πλουτούντων ὁπλιζόμενος τῇ γλώττῃ; οὐ παύῃ συνεχῶς τοιούτοις πολεμῶν; Μὴ ἐγὼ τούτοις πολεμῶ; μὴ 52.416 ἐγὼ κατ' αὐτῶν ὁπλίζομαι; οὐκ ἐγὼ μὲν ὑπὲρ αὐτῶν πάντα λέγω καὶ ποιῶ, αὐτοὶ δὲ κατ' αὐτῶν τὰ ξίφη ἠκόνησαν; οὐκ ἔδειξε τῶν πραγμάτων ἡ πεῖρα, πῶς ἐγὼ μὲν, ὁ ἐπιτιμῶν καὶ