1

 2

1

Sermo cum iret in exsilium

ΟΤΕ ΑΠΗΕΙ ΕΝ ΤΗ ΕΞΟΡΙΑ.

52.435 αʹ. Φαιδρὸς ἡμῖν ὁ λόγος, ἀδελφοί μου, καὶ λαμπρὰ πανήγυρις, καὶ θάλαττα εὐρύχωρος ἐμπεπλησμένη, ἀλλ' οὐ ταραττομένη τῇ ζάλῃ τῶν ἀνέμων. Ἦλθε γὰρ ἡ μήτηρ τῆς εἰρήνης, ἡ κατασβεννύουσα τὴν ζάλην τῶν ἀνέμων· Μήτηρ Σιὼν ἐρεῖ, ἄνθρωπος καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτήν. Τεκνία μου, μελλουσί με καθελεῖν; καὶ τί δέδοικα τὸν θάνατον; Ἐμοὶ τὸ ζῇν ὁ Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος. Ἀλλ' ἐξορίᾳ παραπέμψουσι; Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς. Ἀλλὰ χρημάτων δήμευσις ἔσται μοι; Οὐδὲν εἰς τὸν κόσμον εἰσηνέγκαμεν, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Ἀλλ' οἴδατε, ἀδελφοὶ, δι' ἣν αἰτίαν μέλλουσί με καθελεῖν. Ἐπειδὴ τάπητας οὐχ ἥπλωσα, καὶ σηρικὰ ἱμάτια οὐκ ἐνεδυσάμην, ὅτι τὴν γαστριμαργίαν αὐτῶν οὐ παρεμυθησάμην, χρυσὸν καὶ ἄργυρον οὐ προσήνεγκα. Λέγουσι δέ μοι, ὅτι Ἔφαγες καὶ ἔπιες, καὶ ἐβάπτισας. Εἰ ἐποίησα τοῦτο, ἀνάθεμά μοι ἔστω· μὴ ἀριθμηθείην μετὰ τῶν ἐπισκόπων, μὴ γίνωμαι μετὰ ἀγγέλων, μὴ ἀρέσω τῷ Θεῷ.

Εἰ δὲ καὶ ἔφαγον καὶ ἐβάπτισα, οὐδὲν τῶν λεγομένων ἄκαιρον ἐποίησα. Καθελέτωσαν καὶ Παῦλον τὸν ἀπόστολον, ὅτι μετὰ τὸ δεῖπνον τῷ δεσμοφύλακι 52.436 τὰ βάπτισμα ἐχαρίσατο· καὶ καθελέτωσαν αὐτὸν τὸν Κύριον, ὅτι μετὰ τὸ δεῖπνον τὴν κοινωνίαν τοῖς μαθηταῖς ἐχαρίσατο. Πολλὰ ὁρῶ κύματα καὶ χαλεπὸν τὸ κλυδώνιον, καὶ δόρατα παρεσκευασμένα· κἀγὼ ὡς κυβερνήτης ἐν μεγάλῳ κλύδωνι, καθέζομαι ἐπὶ τὰς δύο πρύμνας τοῦ πλοίου, ἤγουν ἐπὶ τὴν Παλαιὰν καὶ Νέαν ∆ιαθήκην, καὶ ταῖς κώπαις ἀπωθοῦμαι τὴν ζάλην· οὐ ταῖς κώπαις ταῖς ξυλίναις, ἀλλὰ τῷ σταυρῷ τῷ τιμίῳ τοῦ ∆εσπότου τὴν ζάλην εἰς εἰρήνην μεταστρέφω. ∆εσπότης κελεύει, καὶ δοῦλος στεφανοῦται· διὰ τοῦτο αὐτὸν (οὐ) παραδίδωσιν αὐτὸς διαβόλῳ. Ἒν (λ. ἂν) δὲ οὐκ οἴδασιν οἱ ἄνθρωποι ὅτι διὰ τοῦ ἀκαθάρτου τὸ καθαρώτατον σκεῦος φανεροῦται; Ἀδελφοὶ, τρεῖς ὑμῖν ὑποθέσεις τίθημι, πίστιν, πειρασμὸν, σωφροσύνην. Εἰ λέγετε πίστιν ὑπομένειν, μιμήσασθε τὸν μακάριον Ἀβραὰμ, τὸν παρηκμακότα τῇ ἡλικίᾳ καὶ καρποὺς ὡρίμους δεξάμενον. Εἰ δὲ λέγετε πειρασμὸν ὑπομένειν, μιμεῖσθε τὸν μακάριον Ἰώβ. Τὸν αὐτοῦ τρόπον οἴδατε, καὶ τὴν ὑπομονὴν ἠκούσατε, καὶ τὸ τέλος αὐτοῦ οὐκ ἔλαθεν ὑμῖν. Εἰ δὲ θέλετε σωφροσύνην ὑπομένειν, μιμήσασθε τὸν μακάριον Ἰωσὴφ, τὸν 52.437 πραθέντα εἰς Αἴγυπτον, καὶ λιμῷ τηκομένην Αἴγυπτον ἐλευθερώσαντα.

Προσετίθη γὰρ αὐτῷ πειρασμὸς ἐκ πόρνης Αἰγυπτίας τῷ ἔρωτι δεδουλωμένης, ἥτις αὐτῷ παρεκάθητο, Κοιμήθητι, λέγουσα, μετ' ἐμοῦ. Ἐβούλετο γὰρ τῆς σωφροσύνης αὐτὸν ἀπογυμνῶσαι ἐν τῇ Αἰγύπτῳ ἡ Αἰγυπτία· ἐνταῦθα δὲ ὁ Αἰγύπτιος. Ἀλλ' οὔτε ἐκείνη τὸν ἅγιον ἐσκέλισεν, οὔτε οὗτος τοῦτον· ἀλλ' ἐφάνη ὁμοῦ τῆς ἐλευθερίας ἡ σωφροσύνη, καὶ τῶν τέκνων ἡ εὐγένεια, καὶ τῆς βαρβάρου ἡ ἀκολασία. βʹ. Ἀδελφοὶ, ὁ κλέπτης οὐκ ἔρχεται ὅπου καλάμη, καὶ χόρτος, καὶ ξύλον· ἀλλ' ὅπου κεῖται χρυσὸς, ἢ ἄργυρος, ἢ μαργαρίτης· οὕτως ὁ διάβολος οὐκ εἰσέρχεται ὅπου πόρνος, ἢ βέβηλος, ἢ ἅρπαξ, ἢ πλεονέκτης· ἀλλ' ὅπου οἱ τὸν ἔρημον βίον διάγοντες. Ἀδελφοὶ, βουλόμεθα ἐφαπλῶσαι τὴν γλῶτταν πρὸς τὴν βασιλίδα; Ἀλλὰ τί εἴπω; Ἰεζάβελ θορυβεῖται, καὶ Ἠλίας φεύγει· Ἡρωδιὰς εὐφραίνεται, καὶ Ἰωάννης δεσμεύεται· ἡ Αἰγυπτία ψεύδεται, καὶ Ἰωσὴφ φυλακίζεται. Ἐὰν οὖν ἐξορίσωσί με, τὸν Ἠλίαν μιμοῦμαι· ἐὰν εἰς βόρβορον βάλωσι, τὸν Ἱερεμίαν· ἐὰν εἰς θάλατταν, τὸν προφήτην Ἰωνᾶν· ἐὰν καὶ εἰς λάκκον, τὸν ∆ανιήλ· ἐὰν λιθάσωσί με, Στέφανον· ἐὰν