1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

1

Dialectica Recensio fusior

Πίναξ σὺν θεῷ τῶν φιλοσόφων κεφαλαίων τοῦ ∆αμασκηνοῦ <Προοίμιον-Ἐπιστολή> αʹ Περὶ γνώσεως βʹ Τίς ὁ σκοπός γʹ Περὶ φιλοσοφίας δʹ Περὶ τοῦ ὄντος οὐσίας τε καὶ συμβεβηκότος εʹ Περὶ φωνῆς ʹ Περὶ διαιρέσεως ζʹ Περὶ τοῦ φύσει προτέρου ηʹ Περὶ ὁρισμοῦ θʹ Περὶ γένους ιʹ Περὶ εἴδους ιαʹ Περὶ ἀτόμου ιβʹ Περὶ διαφορᾶς ιγʹ Περὶ συμβεβηκότος ιδʹ Περὶ ἰδίου ιεʹ Περὶ τῶν κατηγορουμέ νων ιʹ Περὶ συνωνύμου καὶ ὁμω νύμου κατηγορίας ιζʹ Περὶ ὑποκειμένου ιηʹ Περὶ τῆς ἐν τῷ τί ἐστι καὶ τῆς ἐν τῷ ποῖόν τί ἐστι κατηγο ρίας ιθʹ Κοινωνίαι καὶ διαφοραὶ τῶν πέντε φωνῶν κʹ Κοινωνία καὶ διαφορὰ γέ νους καὶ διαφορᾶς καʹ Κοινωνία καὶ διαφορὰ γέ νους καὶ εἴδους κβʹ Κοινωνία καὶ διαφορὰ γέ νους καὶ ἰδίου κγʹ Κοινωνία καὶ διαφορὰ γέ νους καὶ συμβεβηκότος κδʹ Κοινωνία καὶ διαφορὰ διαφορᾶς καὶ εἴδους κεʹ Κοινωνία καὶ διαφορὰ διαφορᾶς καὶ ἰδίου κʹ Κοινωνία καὶ διαφορὰ διαφορᾶς καὶ συμβεβηκό τος κζʹ Κοινωνία καὶ διαφορὰ εἴ δους καὶ ἰδίου κηʹ Κοινωνία καὶ διαφορὰ εἴ δους καὶ συμβεβηκότος κθʹ Κοινωνία καὶ διαφορὰ ἰδίου καὶ ἀχωρίστου συμ βεβηκότος λʹ Περὶ ὑποστάσεως καὶ ἐν υποστάτου καὶ ἀνυποστά του λαʹ Περὶ οὐσίας καὶ φύσεως καὶ μορφῆς ἀτόμου τε καὶ προσώπου καὶ ὑποστά σεως (ῃ. συπρα ʹ) (ῃ. συπρα ζʹ) (ῃ. συπρα ηʹ) λβʹ Περὶ ὁμωνύμων λγʹ Περὶ συνωνύμου λδʹ Περὶ πολυωνύμων λεʹ Περὶ ἑτέρων καὶ ἑτερωνύ μων λʹ Περὶ παρωνύμων λζʹ Περὶ τῶν δέκα γενικωτά των γενῶν ληʹ Περὶ ὁμογενῶν καὶ ὁμοει δῶν ἑτερογενῶν τε καὶ ἑτεροειδῶν καὶ ἀριθμῷ διαφερόντων λθʹ Περὶ τοῦ ἔν τινι μʹ Περὶ οὐσίας μαʹ Περὶ φύσεως μβʹ Περὶ μορφῆς μγʹ Περὶ ὑποστάσεως μδʹ Περὶ προσώπου μεʹ Περὶ ἐνυποστάτου μʹ Περὶ ἀνυποστάτου μζʹ ∆ιαίρεσις τοῦ ὄντος καὶ τῆς οὐσίας μηʹ Περὶ τοῦ τί ὑπάρχει ἴδιον τῆς οὐσίας μθʹ Ἔτι περὶ ὁμογενῶν καὶ ὁμοειδῶν ἑτερογενῶν τε καὶ ἑτεροειδῶν καὶ ὁμο ϋποστάτων καὶ ἀριθμῷ διαφερόντων νʹ Περὶ ποσοῦ καὶ ποσότη τος ναʹ Περὶ τῶν πρός τι νβʹ Περὶ ποιοῦ καὶ ποιότητος νγʹ Περὶ τοῦ ποιεῖν καὶ πά σχειν νδʹ Περὶ τοῦ κεῖσθαι νεʹ Περὶ τῆς ποῦ νʹ Περὶ τῆς ποτέ νζʹ Περὶ τοῦ ἔχειν νηʹ Περὶ ἀντικειμένων νθʹ Περὶ ἕξεως καὶ στερήσεως ξʹ Περὶ προτέρου καὶ ὑστέ ρου ξαʹ Περὶ τοῦ ἅμα ξβʹ Περὶ κινήσεως ξγʹ Περὶ τοῦ ἔχειν ξδʹ Περὶ ἀποφάνσεως ἀποφά σεώς τε καὶ καταφάσεως ξεʹ Περὶ ὅρου καὶ προτάσεως καὶ συλλογισμοῦ ξʹ Ὁρισμοὶ τῆς φιλοσοφίας εἰσὶν ἕξ ξζʹ Περὶ τῆς καθ' ὑπόστασιν ἑνώσεως ξηʹ <Ὅροι διάφοροι> <Προοίμιον-Ἐπιστολή> Τῷ ὁσιωτάτῳ καὶ θεοτιμήτῳ Κοσμᾷ, ἁγιωτάτῳ ἐπισκόπῳ τοῦ Μαιουμᾶ, Ἰωάννης μοναχόσ Τὸ μὲν στενὸν τῆς διανοίας καὶ τὸ ἄπορον τῆς γλώσσης τῆς ἐμαυτοῦ ἐπιστάμενος ὤκνουν, ὦ μακάριοι, τοῖς ὑπὲρ δύναμιν ἐγχειρεῖν καὶ τῶν ἀδυνάτων κατατολμᾶν ὥσπερ τις αὐθάδης καὶ τολμητίας τὸν ἐπηρτημένον τοῖς τὰ τοιαῦτα τολμῶσιν ὑφορώμενος κίνδυνον. Εἰ γὰρ Μωυσῆς, ἐκεῖνος ὁ θεῖος νομοθέτης, ὁ πάσης ἀνθρωπίνης θέας ἀποχωρήσας καὶ τοῦ βίου τὰς τρικυμίας καταλιπὼν καὶ πᾶσαν ὑλικὴν ἀποσμηξάμενος ἔμφασιν καὶ τὸ τῆς ψυχῆς ὀπτικὸν καθῃράμενος κἀντεῦθεν πρὸς θεοπτίαν γενόμενος ἐπιτήδειος, ὁ τὴν πρὸς ἡμᾶς τοῦ θεοῦ λόγου φιλάνθρωπον συγκατάβασιν καὶ τὴν αὐτοῦ ὑπερφυᾶ σάρκωσιν ἐν βάτῳ καὶ ἀύλῳ πυρὶ κατιδεῖν ἠξιωμένος, φλέγοντι μὲν καὶ ἐκπυροῦντι τὴν ἄκανθαν καὶ πρὸς τὴν ἑαυτοῦ λαμπρότητα μεταβάλλοντι, οὐ καταφλέγοντι δὲ οὐδὲ ἀφανίζοντι οὔτε μὴν τῆς οἰκείας αὐτὴν ἐξιστῶντι φύσεως, ὁ πρῶτος τὸ τοῦ ὄντος καὶ ἀληθῶς ὑπὲρ οὐσίαν ὄντος μεμυημένος ὄνομα, τῶν οἰκείων καὶ συμφυλετῶν τὴν προστασίαν παρὰ θεοῦ ἐγχειριζόμενος, ἰσχνόφωνον ἐκάλει ἑαυτὸν καὶ βραδύγλωσσον, ὡς οὐ δυνάμενος τῷ θείῳ ἐξυπηρετεῖσθαι βουλήματι καὶ τοῦτο πρὸς τοὐμφανὲς ἄγειν καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων καθίστασθαι, πῶς ἐγὼ ὁ ῥύπῳ μὲν