De Leone Armenio (e cod. Paris. gr. 1711)

 ἀρξαμένης οὐκ ἦλθον εἰς βοήθειαν οἱ λοιποὶ λαοί, ἀλλὰ δειλιάσαντες ἔδωκαν εἰς τροπήν, πρῶτον τὸ θέμα τῶν ἀνατολικῶν· καὶ καταλειφθέντες μόνοι οἱ τοῦ Ἀ

 ἐναλλάττειν τὰς μορφάς, οὕτως καὶ αὐτὸς ποτὲ μὲν ὡς χρηστολόγος καὶ ἄριστος φαινόμενος, ποτὲ καὶ τοὐναντίον, ὅπερ καὶ δικαίως ἐπωνομάσθη Χαμαιλέων ὑπὸ

 Αὐτὸς δὲ μονώτατος ἔφυγεν εἰς 344 τὸν λαὸν αὐτοῦ. οἱ δὲ ἄλλοι τρεῖς ἐπιάσθησαν ὑπὸ τῶν ὄντων ἐν τῷ χελανδίῳ. καὶ ὁ μὲν λογοθέτης παραυτὰ ἐσφάγη, Κωνστ

 ἐγένετο ὡς θάλασσα. καὶ μὴ δυνάμενοι ἀντιπερᾶσαι οἱ Βούλγαροι ἔμειναν ἡμέρας δεκαπέντε κατέχοντες τὴν αἰχμαλωσίαν. καὶ μηνύσαντες τὸν Λέοντα τοῦ βοηθῆ

 συναγωνιζόμενον τῷ σκοπῷ αὐτοῦ. καὶ δὴ εὗρεν ὅμοιον τῆς αὐτοῦ φρονήσεως ἤτοι ἀφροσύνης ἀναγνώστην τινὰ Ἰωάννην λεγόμενον, υἱὸν Παγκρατίου τινὸς σκιαστ

 τῶν ἀποστόλων καὶ τῶν πατέρων οὔτε παρασαλεύομεν οὔτε περισσότερόν τι ἐν αὐτοῖς οἰκονομοῦμεν, τοῦ ἀποστόλου λέγοντος ὅτι καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐ

 ἀποθνήσκομεν. καὶ ὁ πατριάρχης πρὸς αὐτοὺς λοιπὸν οὖν, ἀδελφοί, ἐν ὁμονοίᾳ ἐσώμεθα καὶ συνημμένοι ἐν μιᾷ ψυχῇ ἐν ταύτῃ τῇ ὁμολογίᾳ ἀδιαιρέτως, καὶ μ

 τοῦ βασιλέως χωρὶς ταῦτα ποιοῦντας. καὶ λοιπὸν ὁ προειρημένος ἀνὴρ ἀπελθὼν πρὸς τὸν χαμαιλέοντα εἶπεν αὐτῷ τοῦ λαοῦ τὴν ἄτακτον ῥύμην. ὁ δὲ ἀεὶ ψεύστη

 Λλοιπὸν οὖν λαβὼν τὸ κράτος τῆς ἀσεβείας πᾶσαν πονηρὰν δραματουργίαν εἰργάζετο, τὰς δὲ ἁπανταχοῦ εἰκόνας τῶν ἐκκλησιῶν κατέστρεψεν καὶ κατέκαυσεν , κα

De Leone Armenio (e cod. Paris. gr. 1711)

ΕΥΓΓΡΑΦΗ ΧΡΟΝΟΓΡΑΦΙΟΥ ΤΑ ΚΑΤΑ ΛΕΟΝΤΑ ΥΙΟΝ ΒΑΡ∆Α ΤΟΥ ΑΡΜΕΝΙΟΥ ΠΕΡΙΕΧΟΥΣΑ.

Καὶ λοιπὸν Μιχαὴλ ὁ βασιλεὺς τῷ πρώτῳ ἔτει τὴν βασιλείας αὐτοῦ ἔστεψε τὸν υἱὸν αὐτοῦ Θεοφύλακτον εἰς τὰς ἑορτὰς, προελθούσης καὶ τῆς γυναικὸς αὐτοῦ Προκοπίας μετὰ δόξης πολλῆς καὶ παρασταθείσης ἔμπροσθεν τοῦ θυσιαστηρίου καὶ ἰδούσης τὸ στέψιμον τοῦ υἱοῦ αὐτῆς καὶ ποιησάσης χαρὰν μεγάλην καὶ διανειμάσης χρήματα πολλά. αὕτη γὰρ ἦν διατιθοῦσα πάντα τὰ τῆς βασιλείας· ὁ γὰρ ἀνὴρ πρᾶος ἦν, ὡς εἴρηται. ἐποίησαν δὲ καὶ ἐλεημοσύνας πολλάς, διασκορπίσαντες τὰ χρήματα ἅπερ ὁ Νικηφόρος δι' ἐμμελείας ἐσώρευσεν, εἰς τὰς ἐκκλησίας εἰς τὰ μοναστήρια καὶ εἰς τοὺς ἀσκητὰς ἐν ταῖς ἐρήμοις τὰ πρὸς τὴν χρείαν ἀποστέλλοντες καὶ εἰς τὰ πτωχεῖα 336 καὶ εἰς τοὺς ξενῶνας καὶ εἰς τοὺς αἰχμαλώτους καὶ εἰς τὰς χήρας καὶ εἰς τοὺς ὀρφανοὺς καὶ εἰς τοὺς ἀπὸ οὐσίας πεσόντας, καὶ πάντας χαροποιήσαντες ὑπὸ πάντων ἐδοξάζοντο. καὶ οἱ δῆμοι ἐμέλισαν ποιήματα καθ' ἕκαστον ἦχον πρὸς εὐφημίαν αὐτῶν πᾶσαν ἡδονὴν κολακείας παρέχοντα. καὶ λοιπὸν πάντας ἀνεκαλέσατο εἰς οὕσπερ Νικηφόρος ἐχθρωδῶς διέκειτο, καὶ ἐξέβαλε τοῦ παλατίου τῆς Θεοδότης τοὺς ἀδελφοὺς ὄντας πατρικίους καὶ Λέοντα τὸν ἐπιλεγόμενον τοῦ Σκληροῦ, καὶ ἐποίησεν αὐτὸν στρατηγὸν εἰς Πελοπόννησον.

Καὶ Λέοντα υἱὸν Βάρδα τοῦ Ἀρμενίου πταίσαντα τὸν Νικηφόρον τὸν δαρέντα καὶ κουρευθέντα ὑπ' αὐτοῦ καὶ ἐξορισθέντα οὗτοι ἀνεκαλέσαντο, καὶ ἐποίησαν αὐτὸν πατρίκιον καὶ στρατηγὸν τῶν ἀνατολικῶν· ὃς καὶ ἐτυράννησεν αὐτοὺς πονηρὸς ὤν, ὡς ὕστερον λέξομεν· λοιπὸν οὖν τούτων γενομένων ἐπαρθέντες οἱ Βούλγαροι ἐπὶ τῇ νίκῃ τῇ κατὰ τοῦ Νικηφόρου ἐβούλοντο ἀπελθεῖν πρὸς πόλεμον. ταῦτα γνοὺς Μιχαὴλ βουλὴν ποιησάμενος συνήγαγε πάντα τὰ θέματα, στρατεύσας καὶ ἄλλους πολλοὺς ἀντὶ τῶν ἀπολειφθέντων ἐν τῷ πολέμῳ, καὶ τοὺς φυλάσσοντας τὰς κλεισούρας τῆς Συρίας συναθροίσας, Λυκάονας καὶ Κίλικας καὶ Ἰσαύρους καὶ Καππαδόκας καὶ Γαλάτας, καὶ πάντας παραλαβὼν ἐξῆλθεν δευτέρῳ ἔτει τῆς αὐτοῦ βασιλείας, ἰνδικτιῶνος . καὶ τῆς 337 πόλεως συνακολουθούσης αὐτῷ, καὶ Προκοπίας τῆς Αὐγούστης τῆς αὐτοῦ γυναικός, ἐξῆλθεν ἕως τἀκιδούκτου, ποιοῦντες μαιουμάδας καὶ διδόντες χαρίσματα τοὺς ἄρχοντας τοῦ στρατοῦ, παρακλαούσης αὐτοὺς τῆς Προκοπίας καὶ περὶ Μιχαὴλ τοῦ βασιλέως, διαφυλάττειν αὐτὸν καὶ σκέπειν ἐν τῷ πολέμῳ καὶ ἀγωνίζεσθαι ὑπὲρ τῶν Χριστιανῶν. κακεῖθεν πάλιν αὐτὴ ὑπέστρεψεν ἐν τῇ πόλει. καὶ λοιπὸν ἀπάραντες ἐκεῖθεν ὅ τε βασιλεὺς καὶ πᾶς ὁ λαὸς ἐγγυτόμησαν ἕως τῶν κλεισουρῶν. καὶ δὴ οἱ Βούλγαροι παρετάξαντο ἀπενάντι αὐτῶν, καὶ θεωροῦντες τὸ πλῆθος τοῦ λαοῦ οὐκ ἐτόλμησαν ἐπιχειρῆσαι, ἀλλ' ἵσταντο παρατεταγμένοι. ὁμοίως δὲ καὶ ὁ λαὸς τοῦ βασιλέως ἵσταντο καὶ αὐτοὶ παρατεταγμένοι ἕως ἡμερῶν ιεʹ, μὴ τολμῶντες ἀλλήλοις βαλεῖν χεῖρα. καὶ λοιπὸν ἐταλαιπωρήθησαν ἐν τῷ καύσωνι στήκοντες τοῦ θέρους ἡμέρας καὶ νυκτὸς οἵ τε ἄνθρωποι καὶ τὰ κτήνη, καὶ ἦλθον εἰς ἀδυναμίαν πολλήν, προσδοκῶντες ὅτι οἱ Βούλγαροι εἶχον βαλεῖν χεῖρα, καὶ πάλιν οἱ Βούλγαροι ὁμοίως· καὶ ἦν ἰδεῖν αὐτοὺς ἐν ἀμηχανίᾳ πολλῇ. καὶ δὴ ὁ Ἀπλάκης ἦν ἐπὶ τὸ ἓν μέρος τῆς ἄκρας, ἔχων τοὺς Μακεδόνας καὶ τοὺς Θρᾳκησιανούς, καὶ δηλοῖ τὸν βασιλέα "ἕως πότε στήκομεν καὶ ἀπολλύμεθα; ἐγὼ πρῶτος βάλλω χεῖρα ἐπὶ τῷ ὀνόματι τοῦ θεοῦ, καὶ αὐτοὶ μετὰ προθυμίας ἐπεισέλθατε. καὶ ἔχομεν νικῆσαι· πλείους γὰρ αὐτῶν ἐσμὲν δεκαπλασίων." ὡς καὶ ἦν. καὶ ἀρξάμενος 338 τοῦ πολέμου συνεχύθησαν ἐπ' αὐτὸν οἱ Βούλγαροι, καὶ οἱ Θρᾴκης ἤρξαντο κόπτειν αὐτούς. καὶ λοιπὸν τῆς μάχης