Epistula Magna
ΤΟΥ ΑΓΙΟΥ ΜΑΚΑΡΙΟΥ ΕΠΙΣΤΟΛΗ ΠΡΩΤΗ ΠΡΟΣ ΜΟΝΑΧΟΥΣ
Ὁ τῶν ἁπάντων δεσπότης, ὁ φιλάνθρωπος θεὸς ἀγαθὰς ἀφορμὰς τῷ τῶν ἀνθρώπων γένει χαρίζεται πάντοτε πρὸς τὴν τῶν μελλόντων ἐπίγνωσιν, καὶ τὴν ἐπὶ τὰ κρείττω προκοπὴν ἕκαστον λαμβάνειν βουλόμενος, οἷς νεύματι χρηστότητος ὑποτίθεται, εἰς ἀγαθὸν ἕλκων ἀεὶ τὸν κατ' εἰκόνα αὐτοῦ γεγενημένον ἄνθρωπον· τῆς γὰρ ψυχῆς κατὰ φύσιν τὴν ἐπὶ τὰ καλὰ ῥοπὴν ἐχούσης καὶ τῶν κρειττόνων ἐπιθυμεῖν σπευδούσης τὸ τῆς κακίας ἀριστερὸν μέρος πανουργίᾳ δεινῇ ταῖς ἁπλουστέραις ψυχαῖς φαντασίαν καλῶν πάντοτε προβάλλεται εἰς ἐπισκότωσιν τῶν ὄντως καλῶν. διὸ ἡ τῆς χάριτος τοῦ θεοῦ ἀνεκδιήγητος ἀγάπη γνῶσιν ἀληθείας διὰ τῶν θεοπνεύστων γραφῶν διδάσκει ἡμᾶς κατὰ τὸν λέγοντα· Χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ἵνα οὕτως ἰσχύσωμεν τὴν πάντων τῶν κακῶν αἰτίαν ἄγνοιαν ἀπώσασθαι καὶ τὴν ἐν ἡμῖν οὖσαν σαρκικὴν καὶ ἄλογον φρόνησιν δολερῶς ἐπαγγελίᾳ γνώσεως κρατυνομένην τῷ φωτὶ τῆς ἀληθοῦς γνώσεως ὁδηγούμενοι παντελῶς ἐξελάσαι δυνηθῶμεν, σωτηρίας αἰτίαν τὴν γνῶσιν τῆς ἀληθείας μεμαθηκότες εἶναι. Ἐπεὶ τοίνυν καὶ ὑμεῖς, ὦ ποθεινότατοι καὶ ἀγαπητοὶ ἀδελφοί, πολλάκις παρ' ἡμῶν ᾐτήσατε λόγον ἐκθέσθαι, 234 ὁποῖον χρὴ τρόπον ἔχειν τὸν ἀναχωρήσαντα τῶν σαρκικῶν ἡδονῶν καὶ τῆς πολιτείας τοῦ αἰῶνος τούτου .... ἐπὶ τὸ αὐτὸ δὲ κατὰ τὸν ἐν ταῖς πράξεσιν ἀποστολικὸν χαρακτῆρα συνεληλυθότας ἱερὸν συγκρότημα καὶ στῖφος ἀδελφότητος γεγενημένον συνεῖναι εὐσεβῶς ἀλλήλοις διὰ παντὸς ἑλομένους, ὅπως τε ἀλλήλων συνδιατριβὴν ποιεῖσθαι δέοι, ποίαν δὲ ἔχειν χρὴ τὴν τῶν ἠθῶν κατάστασιν, τίς δὲ ὁ σκοπὸς τῆς ἄκρας ἀρετῆς ὁδοῦ καὶ τί τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον, ὁποῖός τε ὁ δρόμος καὶ ἀγὼν τῶν εἰς τὸ τέλειον ἐπιθυμούντων φθάσαι καὶ εἰς μέτρον τῆς πνευματικῆς ἡλικίας καταντῆσαι σπευδόντων· καὶ ἵνα μὴ εἰς μακρὸν παρατείνωμεν τὸν λόγον, ταῦτα καὶ τὰ τούτοις ἀκόλουθα ᾐτήσατε παρ' ἡμῶν διὰ γράμματος ὑμῖν χαραχθῆναι εἰς ὑπόμνησιν συνεχῆ ψυχωφελοῦς μελέτης, πεπεισμένοι δηλονότι περὶ τοῦ εὐσεβοῦς τῆς ὀρθοδόξου πίστεως δόγματος, μίαν εἶναι θεότητα τῆς προσκυνητῆς καὶ μακαρίας τριάδος, μίαν οὐσίαν, ἓν θέλημα, μίαν δόξαν, μίαν προσκύνησιν προσφέρειν ταῖς τρισὶ τῆς μιᾶς θεότητος ὑποστάσεσι, καθὼς καὶ ἐν τῷ ἁγίῳ μυστηρίῳ τοῦ βαπτίσματος εὐσεβῶς τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων ὡμολογήσαμεν. διὰ τοῦτο καὶ ἡμεῖς τὴν πολλὴν ὑμῶν ἐπὶ τὸ ἀγαθὸν ὁρμὴν θεασάμενοι καὶ τὴν ἐπὶ τὸ ἄκρον τῆς ἀρετῆς ἐπιθυμίαν ἰδόντες δι' ὀλίγων ὑπόμνησιν ποιῆσαι οὐκ ὠκνήσαμεν, ἐξ αὐτῶν τῶν θεοπνεύστων γραφῶν τὰς ἀφορμὰς τῶν νοημάτων λαβόντες· ἅμα δὲ καὶ αὐτὰς τὰς γραφικὰς μαρτυρίας εἰς πληροφορίαν ἀδιστάκτου πίστεως παρεθέμεθα, ἵνα μή τις δόξῃ ἡμᾶς ἀφ' ἑαυτῶν τι λέγειν καὶ ὡς ὑπέρογκα ματαιότητος φρονοῦντας ὑποπτεύσῃ. 235 Ἔστω τοίνυν προηγουμένως πᾶσι τοῖς ἀφιερώσασιν ἑαυτοὺς τῷ θεῷ καὶ τὰ σώματα αὐτῶν θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον τῷ θεῷ τὴν λογικὴν λατρείαν παριστᾶν πάντοτε σπουδάζουσι σκοπὸς ὁ τῆς εὐσεβείας προκείμενος φωτισμὸς [καὶ] εἰς τὸ πιστεύειν κατὰ τὰς ἱερὰς τῶν εὐαγγελίων καὶ τῶν λοιπῶν γραφῶν ἐπαγγελίας, ἐπιδιδόντας ἑαυτοὺς εἰς πᾶν ἔργον ἀγαθὸν καὶ εἰς πᾶσαν ἀρετῆς ἐπιτήδευσιν· πεπεῖσθαί τε βεβαίως, ὅτι διὰ τῆς χάριτος τοῦ Χριστοῦ καὶ τῆς θείας δυνάμεως παντελῶς τὴν ἴασιν καὶ τὴν κάθαρσιν τῶν τῆς ἀτιμίας παθῶν δυνατὸν ἐν ἡμῖν γενέσθαι τῶν ἐνεργουμένων ἐν τῇ ψυχῇ καὶ τῷ σώματι, ὅτι τὰ παρ' ἡμῖν ἀδύνατα