1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

1

Encomium in matrem

1. Τῇ μητρὶ τὸ ἐγκώμιον· ἀλλ' οὐχ ὡς τεκούσῃ τὸν λόγον καταχαρίζομαι, οὐδὲ τὴν εὐφημίαν πεφιλοτίμημαι, ἀλλὰ καὶ τῇ φύσει «τὸ δίκαιον

ἀποδίδωμι» ὄφλημα καὶ τῇ ἀρετῇ τὴν πρέπουσαν εἰσάγω συνεισφοράν, οὐχὶ διαιρῶν ἑκάτερα, ἀλλ' οὕτω τυχόν, διὰ μιᾶς ὑποθέσεως τὸ εἰκὸς

ἀμφοῖν ἐπιμεριζόμενος. Εἰ γὰρ καὶ διῃρημένον ἑκάτερον τοὺς ἐπαινέτας λόγους ἐφέλκεται, ἐκεῖνο μὲν διὰ τὸ ἀναγκαῖον τῆς φύσεως τοῦτο δὲ διὰ τὸ τῆς οὐσίας ἀξίωμα, πῶς οὐ δεῖ συμπλακεῖσιν ἀλλήλοις καὶ γενομένοις παρ' ἑκατέρων καλλίοσι καὶ τοὺς ἐκ τῶν λόγων ἐπαίνους μετὰ τοῦ κρείττονος συνεισενεγκεῖν σχήματος; οἶς γὰρ παρ' ἑαυτῶν ἐν μεγέθει τὸ ἀγαθόν, τούτοις καὶ παρὰ τῶν εὐδοκιμούντων ἐν λόγοις λαμπροτέραν δεῖ προσεῖναι τὴν εὐφημίαν, καὶ τόσῳ μᾶλλον ὅσῳπερ καὶ ὁ τὸν λόγον ἐξεργαζόμενος οὐκ ἀλλοτρίᾳ χρῆται τῇ πείρᾳ, ἀλλ' οἰκείᾳ καὶ συγγενεῖ· ὅπερ καὶ ἡμῖν «συμβέβηκεν εὖ ποιοῦν». Οὐ γὰρ δεῖ τοὺς μὲν ἀλλοτρίους καὶ πόρρω τοῦ γένους ἐγκωμιάζειν θαρρούντως λαμπρὰς ἀφορμὰς τοῖς ἐγκωμίοις παρεσχηκότας, κατολιγωρεῖν δὲ τῶν οἰκειοτάτων, καὶ διὰ τοὺς ἔξωθεν ὑποπτεύοντας ἀποστερεῖν ἐκείνων τὴν προσήκουσαν τῆς εὐφημίας ἀξίωσιν, ἵν' οὕτως ἡ ἀλλοτρίωσις νικῴη τὴν οἰκειότητα καὶ πλέον ἔχῃ τὸ ξένον τοῦ συγγενοῦς. καλοῦ γὰρ ὁμολογηθέντος πατράσι τε καὶ μητράσι καὶ τοῖς ἄλλως οἰκειοτάτοις «χάριν ἐκτίνειν» ὁπόση δυνατή, πῶς ἀναλυτέον ἡμῖν τὴν τοιαύτην ὁμολογίαν, ἐν μὲν τοῖς ἄλλοις ἴσως τὰς συνθήκας φυλάττουσιν, ἐν δὲ τοῖς καιρίοις ἐλλείπουσι, καὶ ζῶσι μὲν ἐκείνοις παρέχουσι τὰς εὐλόγους συνεισφοράς, ἀποθανοῦσι δὲ τῆς ὁσίας καταμελοῦσι καὶ τὸν κοσμοῦντα λόγον ἀφαιροῦσι μόνον ἐκείνοις καταλελειμμένον πρὸς ἑτέραν ζωὴν μεταλλάξασιν; Ἔπειτα τοῦτον μὲν «φοβητέον τὸν φόβον» ἐκείνοις οἷς ἐς «τοὺς ἄνω τοῦ γένους» πεποίηται τὰ ἐγκώμια, ὧν ἴσως τὰς ἀρετὰς οὐκ ἴσασιν οἱ τῶν λόγων ἀκροαταί, ἀλλὰ νῦν πρῶτον ἀκούουσι τῆς εὐφημίας, ὁμοῦ μὲν ἱστορούσης ὁμοῦ δὲ καὶ κοσμούσης. ἐγὼ δὲ κἀνταῦθα τεθάρρηκα ἐν εἰδόσι τῇ μητρὶ τὸν λόγον διδοὺς καὶ ὧν πολλοὶ μάρτυρες, ταῦτα ἐκείνῃ ἀνατιθείς· ἅμα δὲ καὶ ἀδικοίην ἂν τὴν μητέρα ἐλλείπων τοῦτον τὸν ἔρανον, ἐξ ἐκείνης μὲν τοὺς λόγους λαβών, ὡς προϊόντες ἐροῦμεν, καὶ μηδὲ βραχύ τι μέρος τοῦ χρέους ἀποπληρῶν. οὐ τοίνυν τοῦτον ἐγὼ «φοβοῦμαι τὸν φόβον», μή τις ἡμᾶς ὑποπτεύσειε ψεύδεσθαι τὰ πλείω τῶν ἐγκωμίων, ἀλλὰ μὴ πολλοὶ καταγνοῖεν τῆς ἀτελοῦς τῶν λόγων δυνάμεως, ὡς ὁρμήσαντας μὲν τὸ ἐγγενὲς χρέος τῇ μητρὶ διαλύσασθαι, ἐλάττους δὲ ὀφθέντας τῆς προθυμίας, καὶ διδόντας οὐχ ὅσον δέον διδόναι, ἀλλ' ὅσον ἡμεῖς βεβουλήμεθα ἢ δεδυνήμεθα. καὶ ἀπώκνησα ἂν τὴν ἐγχείρησιν, εἰ μὴ καὶ τοῦτο τῇ μητρὶ ὑπόληψιν ἐδίδου μείζονος ἀρετῆς, κρείττονι φανείσῃ τῆς ἡμετέρας βουλήσεως καὶ δυνάμεως. Ἐπεὶ οὖν ἐκ πάντων ἡμῖν ὁ πρὸς ἐκείνην λόγος ἀσφαλέστατος ἀπεδείχθη καὶ πρεπωδέστατος, ἀρκτέον τῶν ἐγκωμίων. σὺ δέ μοι ἵλαθι, μῆτερ, εἰ μή σοι τῇ ἀρετῇ ἐξισώσω τὴν εὐφημίαν· οὐ γὰρ τοῦτο ποιεῖν ἐπιβέβλημαι, ἀλλ' ὥστε παρασκιάσαι τοῖς ἀγνοοῦσι τὴν εἰκόνα τῶν σῶν ἀρετῶν. οἱ γὰρ εἰδότες οὐ τῷ λόγῳ προσέξουσιν, ἀλλὰ τῇ ἀληθείᾳ προσμαρτυρήσουσι. τοῖς δέ γε μεθ' ἡμᾶς τοσοῦτον προδιαστέλλομαι, ὅτι οὐ τῷ σῷ μέτρῳ καὶ τῇ σῇ τοῦ καλοῦ δυνάμει, τῷ δέ γε τῆς ἐμῆς προθυμίας ὁ λόγος παραμεμέτρηται. 2. Τῇ ἐμῇ τοίνυν μητρὶ ἄνωθεν καὶ παρὰ τοῦ γένους, κατὰ κλῆρον ὥσπερ,