1

 2

 3

1

Fragmenta in epistulam ad Hebraeos 462Hebr 1,4 Ἢ τὸ γενόμενος οὐκ ἐπὶ τῆς σαρκὸς ἐκλάβοις, ἵνα μὴ διαιρεῖν νομισθῇς, ἀλλ' ἐπὶ τοῦ Χριστοῦ τοῦ ἐν μιᾷ φύσει προσκυνουμένου μετὰ τῆς σαρκὸς αὐτοῦ· ἅπαξ γὰρ τῆς οἰκονομίας ἐπιλαβόμενος ἀδεῶς τὰ ταπεινὰ φθέγγεται. hebr 1,5 Πάλιν καὶ τοῦτο δέξαι ὡς οἰκειουμένου τοῦ πατρὸς τὴν κατὰ σάρκα γέννησιν τοῦ υἱοῦ· τὸ γὰρ ἔσομαι σαφῶς ἐπὶ τοῦ κατὰ σάρκα εἴρηται. hebr 2,9 Ἰστέον ὅτι οἱ Νεστοριανοὶ παραπταίουσι τῇ γραφῇ καὶ οὕτως ἀναγινώσκουσιν· ὅπως χωρὶς θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου, τοῦτο κατασκευάζοντες ὅτι οὕτως ἐνοίκησιν ἔσχεν ὁ Χριστός, φασί, τοῦ θεοῦ λόγου καὶ οὐχ ἕνωσιν, ὅτι σταυρουμένῳ αὐτῷ οὐκ ἦν ἡ θεότης· εἴρηται γάρ, φασί, χωρὶς θεοῦ γεύσηται θανάτου. ἀλλ' ὅρα πῶς ὀρθόδοξός τις ἀπεκρίθη· πρῶτον μὲν γὰρ χάριτι θεοῦ κεῖται. πλὴν εἰ καὶ καθ' ὑμᾶς χωρὶς θεοῦ εἴρηκεν, οὕτως δεκτέον αὐτό, ὅτι χωρὶς τοῦ θεοῦ ὑπὲρ πάντων τῶν ἄλλων ἀπέθανεν ὁ Χριστός, καὶ γὰρ οὐ μόνον ὑπὲρ ἀνθρώπων ἀλλὰ καὶ ὑπὲρ τῶν ἄνω δυνάμεων ἀπέθανεν, ἵνα λύσῃ τὸ μεσότοιχον τοῦ φραγμοῦ καὶ ἑνώσῃ τὰ κάτω τοῖς ἄνω. τούτῳ ὅμοιον τὸ ἀλλαχοῦ εἰρημένον· ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. hebr 2,14 Ἡμεῖς οἱ ἐν τέκνοις ἠριθμημένοι θεοῦ κεκοινωνήκαμεν αἵματος καὶ σαρκός, τοῦτ' ἔστιν ἐν αἵματι ἐσμὲν καὶ ἐν σαρκὶ καὶ ἐν φθαρτοῖς καὶ 463 γηΐνοις σώμασιν. ταύτης ἕνεκα τῆς αἰτίας ὁ μονογενὴς τοῦ θεοῦ λόγος ζωὴ κατὰ φύσιν ὑπάρχων μετέσχε τῶν αὐτῶν, καὶ οὐ καθ' ἕτερον τρόπον ἀλλὰ παραπλησίως ἡμῖν. Πῶς δὲ ἄρχει τοῦ θανάτου; ὅτι τῆς ἁμαρτίας ἄρχων ἐξ ἧς ὁ θάνατος, καὶ τοῦ θανάτου ἄρχει· ἤγουν κράτος θανάτου ἡ ἁμαρτία. ἔχων οὖν τὴν ἁμαρτίαν καὶ εὑρετὴς αὐτῆς ὑπάρχων, τὸ κράτος ἔχει τοῦ θανάτου εἴπομεν γὰρ τὴν ἁμαρτίαν εἶναι τὸ κράτος τοῦ θανάτου ἵνα οὕτως εἴη· διὰ τοῦ οἰκείου θανάτου κατήργησε τὴν ἁμαρτίαν, ὑποχείριον ἔχων τὸν διάβολον, ἥτις ἐστὶν ἰσχὺς καὶ κράτος τοῦ θανάτου. εἰ γὰρ μὴ αὕτη κατίσχυσε τοῦ ἀνθρώπου, οὐκ ἂν ὁ θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. hebr 4,9 10 Σαββατισμὸς κατάπαυσις· σάββατον γὰρ κατάπαυσις ἑρμηνεύεται. ὑπολέλειπται οὖν τρίτη τις κατάπαυσις, ἡ τῆς βασιλείας τῶν οὐρανῶν. σαββατισμὸν δὲ αὐτὴν ἐκάλεσεν ἀπὸ τῆς ἀρχετύπου τῆς τοῦ σαββάτου καταπαύσεως, ἐν ᾗ κατέπαυσεν ὁ θεὸς ἀπὸ τῶν ἔργων αὐτοῦ. hebr 4,12 Τὴν ἐν τοῖς Εὐαγγελίοις ἀπειλουμένην διχοτομίαν οἱ πατέρες ἐξέδωκαν τὴν τελείαν τοῦ ἁγίου πνεύματος ἐγκατάλειψιν. ἡγοῦμαι νῦν τοῦτο εἰρῆσθαι, ὅτι χωρισμὸν ἐργάζεται τοῦ ἁγίου πνεύματος, καὶ ἀφαιρεῖται αὐτὸ ἀπὸ τῆς ψυχῆς· οὗ γενομένου πάντα λοιπὸν ἕψεται τὰ χαλεπά. hebr 4,15 Ἢ χωρὶς ἁμαρτίας, ὅτι οὐχ ἁμαρτιῶν ἐτίννυε δίκην ταῦτα, φησί, πάσχων. hebr 5,1 Εἰ δὲ ὁ ἐξ ἀνθρώπων λαμβανόμενος μετριοπαθεῖ τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, πόσῳ μᾶλλον ὁ μετὰ τοῦ ἄνθρωπος εἶναι καὶ θεὸς ὢν μετριοπαθήσει καὶ χεῖρα ὀρέξει τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις; εἰ δ' οὐ νοηθείη, καὶ τὸ λαμβανόμενος ἑτοιμότερον ἐκληφθήσεται ἀντὶ τοῦ ἀφοριζόμενος, εἷς ὢν τῶν ἀνθρώπων καὶ ἐξ αὐτῶν ἱερὰ λαμβανόμενος, φησίν. 464 hebr 5,6 ∆ηλοῦντος τοῦ λόγου, ὅτι εἰ καὶ μὴ αὐτὸς ὁ Χριστὸς ἀναίμακτον προσήγαγε θυσίαν προσήγαγε γὰρ τὸ ἑαυτοῦ αἷμα , ἀλλ' οἵ γε ἀπ' αὐτοῦ ἱερεῖς ὧν θεὸς καὶ ἀρχιερεὺς ἀξιοῖ εἶναι, ἀναίμακτον προσοίσουσιν· τοῦτο γὰρ δηλοῖ τὸ εἰς τὸν αἰῶνα. οὐ γὰρ τὴν πρὸς ἅπαξ γενομένην ὑπὸ θεοῦ θυσίαν καὶ προσφορὰν εἶπεν ἂν εἰς τὸν αἰῶνα, ἀλλ' ἀφορῶν τοὺς νῦν ἱερουργοὺς δι' ὧν μέσον Χριστὸς ἱερουργεῖ καὶ ἱερουργεῖται, ὁ καὶ παραδοὺς αὐτοῖς ἐν τῷ μυστικῷ δείπνῳ τὸν τρόπον τῆς τοιαύτης ἱερουργίας. hebr 5,7 Οὐ διὰ τοῦτο εἶπεν ἡμέρας σαρκὸς τὰς ὅταν ἦν ὁ κύριος ἐπὶ γῆς αἰσθητῶς, ὡς νῦν ἀποθεμένου αὐτοῦ τὴν σάρκα. ἄπαγε· ἔχει γὰρ αὐτὴν εἰ καὶ ἄφθαρτον. ἀλλ' ἡμέρας φησὶ σαρκὸς τὰς ἐν τῇ σαρκικῇ ζωῇ αὐτοῦ ἡμέρας. hebr 5,9 Ἰδοὺ καὶ θεοπρεπές. hebr