Fragmenta in Psalmos 1-150 1.1,2 Μακάριος ἀνὴρ, ος οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ εστη, καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν. ̓Αλλ' η ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐ τοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέ ρας καὶ νυκτός. Μακάριος ουν ὁ τὰ οντως οντα ποθῶν. ̓Αλλὰ πῶς ἐν ἀναιρέσει κακῶν ὁ μακαρισ μός; κοινὸν γὰρ καὶ τῶν ἀψύχων καὶ τῶν ἀλόγων ἡ τῶν κακῶν ἀποχή· διὰ τοῦτο τοίνυν ἐπήγαγεν· ̓Αλλ' η ἐν τῷ νόμῳ Κυ ρίου τὸ θέλημα αὐτοῦ. Τοῦτο γὰρ οὐ μό νον πέφυκεν λογικοῦ, ἀλλὰ καὶ τῆς τῶν καλῶν ἀναλήψεως καταρχὴ, τῶν κακῶν ἡ φυγή. Εκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. ̔Ως γὰρ ἐπὶ τῆς κλίμακος πρώτη ἀνάβασις ἡ τῆς γῆς ἀναχώρησις, ου τως ἐπὶ τῆς κατὰ Θεὸν προκοπῆς, ὁ χω ρισμὸς τοῦ κακοῦ. ̓Αλλὰ καὶ ολως δὲ πᾶσα ἀργία καὶ τῆς τυχούσης πράξεώς ἐστιν εὐ μαρεστέρα, οποιον τό· Οὐ μοιχεύσεις, οὐ πορνεύσεις, καὶ τὰ ἑξῆς, ἀργίας ἑκάστου καὶ ἀκινησίας δεῖται. Τὸ δέ· ̓Αγαπήσεις τὸν πλησίον σου, καί· Πώλησόν σου τὰ ὑπάρ χοντα, καὶ δὸς πτωχοῖς, καί· ̓Εάν τίς σε ἀγγαρεύσῃ μίλιον εν, υπαγε μετ' αὐτοῦ δύο, ψυχῆς ηδη νεανικῆς καὶ ἀθλητῶν ἐνεργή ματα. -Εἰ γὰρ εὐθὺς προέβαλέ σοι τὰ τέλεια, ἀπώκνησας αν πρὸς τὴν ἐγχείρησιν· νῦν δὲ τοῖς εὐληπτωτέροις σε προεθίζει, ινα κατατολμήσῃς τῶν ἐφεξῆς· ωσπερ ἐνεργή ματά ἐστιν ἀθληταῖς πρέποντα, ψυχῆς ηδη νεανικῆς δεόμεθα πρὸς κατόρθωσιν· ωστε θαύμασον τὴν σοφίαν τοῦ διὰ τῶν εὐμα ρεστέρων καὶ εὐληπτοτέρων ἐνάγοντος ἡμᾶς πρὸς τὴν τελείωσιν. - Εστιν ἁμαρτωλῶν ὁδὸν, τὸν διάβολον εἰπεῖν· ἐν ῃ ὁ γενόμενος, μὴ ἐμμενέτω, κατὰ τό· ̓Αντίστητε τῷ δια βόλῳ, καὶ φεύξεται ἀφ' ὑμῶν. ̔Ο γὰρ μὴ στήσας ἐν αὐτῇ, πρὸς Κύριον ηξει, τὸν εἰ πόντα· ̓Εγώ εἰμι ἡ ὁδὸς, ἐν ῃ γινόμενος, καὶ κατὰ σκοπὸν δραμὼν, τεύξεται τῶν βραβείων. ̓Ασεβῶν, τῶν τὸν Θεὸν ἀγνοούντων. ̓Επὶ καθέδραν, τὴν κακῶν ἐργασίαν, κατὰ διάδοσιν γενομένην. ̓Αλλ' η ἐν τῷ νόμῳ, τῷ εὐαγγελικῷ δη λονότι. Μελετήσει, τῷ βουλεύματι αὐτοῦ. 1.3 Καὶ εσται ὡς τὸ ξύλον τὸ πεφυ τευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ο τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, καὶ πάντα οσα αν ποιῇ κατευοδωθήσεται. Ξύλον ὁ Χριστὸς ἀναγέγραπται ἐν τῇ θεοπνεύστῳ γραφῇ. - ̔Ο δὲ ̓Ακύλας τὸ μεταπεφυτευμένον ἐξέδωκε· ἐῤῥιζόμενος γὰρ τῶν πατριαρχῶν ῥίζαις, μεταπεφύτευται εἰς τὸ καὶ αλλους μεταλαβεῖν αὐτοῦ τῆς εἰ κόνος, τῆς κατὰ τὸ μεταφυτεύεσθαι λαμ βανομένης, η καὶ διὰ τὴν ψυχὴν ειρηται τοῦ Σωτῆρος μεταφυτευθεῖσα ενθεν εἰς τὸν παράδεισον. Εφη γὰρ τῷ λῃστῇ· Σήμερον μετ' ἐμοῦ εσῃ ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ. ∆ιεξόδους δὲ ὑδάτων, τὰς θείας γραφὰς, ἐν αις ἁπανταχοῦ εστιν εὑρεῖν Χριστὸν κη ρυσσόμενον. Τὸν καρπὸν τοῦ ξύλου νοήσεις τὴν ὀρ θὴν πίστιν. Φύλλα δὲ αὐτοῦ, τὴν πλήρωσιν τῶν ἐν τολῶν. Ελεγε δέ τις τῶν ἁγίων, φύλλα ει ναι τῶν ἀσκητῶν τὴν ταπεινοφροσύνην, σκέ πουσαν αὐτῶν τοὺς καρποὺς, καὶ μηδέποτε πίπτουσαν. - Κατευδωθήσεται· οὐ γὰρ εστι πρᾶξις τῶν κατὰ Θεὸν γενομένων ἀνωφελής. 1.4 Οὐχ ουτως οἱ ἀσεβεῖς, οὐχ ουτως. Τίνες προτιθέασιν δεύτερον τὸ οὐχ ου τως· ουτε δὲ τὸ ἑβραϊκὸν ἀνεδίπλωσε τὴν λέξιν, ουτε τις τῶν ἑρμηνευσάντων ἐχρή σατο ἐπαναλήψει τῆς χρήσεως. 1.5 ∆ιὰ τοῦτο οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει. Εἰπὼν, οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς, εἰς κρίσιν φησὶν, οὐκ εἰς ἐρώτησιν. 1.6 Οτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. Τὸ γινώσκει, ἀντὶ τοῦ τιμᾷ, κατὰ τὸ εἰρημένον ὑπὸ Θεοῦ πρὸς Μωϋσῆν· Γινώσκω σὲ παρὰ πάντας, καὶ ηυρες χάριν παρ' ἐμοί. -Σημειωτέον καθολικῶς οτι καλὸν μόνον γινώσκεται ὑπὸ Κυρίου· καλὸν γὰρ ὁδὸς δι καίων· ἀλλὰ καὶ εγνω Κύριος τοὺς οντας αὐτοῦ καὶ ὁδὸν δικαίων, εἰπών· ̓Εγώ εἰμι ὁδός. - ̔Οδὸς δὲ ἀσεβῶν, ην ὁδεύουσιν οἱ κακολογοῦντες δημιουργὸν, ὁμοιούμενοι χνῷ ἀπὸ ἀνέμου ἐκριπτομένῳ· διὸ τῆς ἐν