1

 2

 3

 4

1

Fragmenta in librum primum Regnorum 1 Ἐπειδὴ ἔμελλεν ἡ θεία γραφὴ τὴν ἀπώλειαν τῶν υἱῶν Ἠλὶ προλέγειν, ὅτι τε ἡ κιβωτὸς τοῦ θεοῦ ληφθήσεται ὑπὸ τῶν ἀλλο φύλων, προλαβοῦσα θεραπεύει τὴν ἀκοήν, μήποτέ τις οἰηθῇ σκληρὸν εἶναι τὸν θεόν. διὰ τοῦτο, ὡς ἔφην, ἱστορεῖ ὡς οὐκ ἠλαττώθη τῶν υἱῶν Ἠλὶ ἡ κακία καὶ ἡ ἁμαρτία διὰ τῆς ἀπειλῆς καὶ τῆς κατ' αὐ τῶν προρρήσεως, ἀλλ' ηὐξήθη μᾶλλον. 2 Εὐσεβὴς ὁ Ἠλὶ καθ' ἑαυτόν· οὐ γὰρ περὶ τῆς σωτηρίας τῶν τέκνων ἠγωνία προηγουμένως ἀλλ' ὑπὲρ τῆς κιβωτοῦ , μήποτε γένοιτο ὑπὸ τοῖς ἀλλοφύλοις· ὃ δὴ καὶ συνέβη. 3 Ἵνα γνῶσιν οἱ ἀλλόφυλοι ὅτι οὔτε ὁ θεὸς ἡττήθη διὰ τῶν Ἰσραηλιτῶν οὔτε αὐτὸν νενικήκασι τῇ οἰκείᾳ δυνάμει, ἀλλὰ τῶν Ἰουδαίων αἱ ἁμαρτίαι καὶ ἀσέβειαι τὴν ἧτταν πεποιήκασιν. πέπτωκε δὲ πρὸ τῆς κιβωτοῦ ὁ ∆αγών , οὐχ ἵνα προσκυνήσῃ, οὐ γὰρ ἦν ἄξιος, ἀλλ' ἵνα συντριβῇ· ὃ δὴ καὶ γέγονεν. 4 Ὥσπερ <ἐπ'> ἀνθρώπων μὲν χεὶρ καὶ ποὺς καὶ ὀφθαλμὸς καὶ οὖς καὶ εἴ τι τοιοῦτον ὀνομάζεται σημαντικὰ τῶν μελῶν τοῦ ἡμε τέρου σώματός ἐστιν, ἐπὶ δὲ θεοῦ χεὶρ μὲν τὸ δημιουργικόν, ὀφθαλ μὸς δὲ τὸ ἐποπτικόν, καὶ οὖς μὲν τὸ ἀκουστικόν, ποὺς δὲ τὸ τῆς παρουσίας ὅταν ἐνεργῇ τι· οὕτω καὶ θυμὸς μὲν θεοῦ λέγεται παι δεία ἡ κατὰ τῶν πταιόντων, οὐ πάθος θεοῦ, μεταμέλεια δὲ ἡ ἀπὸ πράγματος εἰς πρᾶγμα μετάθεσις τῆς τοῦ θεοῦ οἰκονομίας. ὃ γὰρ ἡμεῖς μεταμελούμενοι ποιοῦμεν, τουτέστιν ἐκεῖνα μὲν φεύγομεν ἐφ' οἷς μετεμελήθημεν, ἕτερα δὲ διώκομεν τὰ κρείττω, τοῦτο μεταμέλεια θεοῦ λέγεται. διατί; ἐπειδὴ σωματικώτερον τοῖς βαρυτάτοις τὴν διάνοιαν ἔδει περὶ τοῦ θεοῦ τοὺς προφήτας ὁμιλεῖν, ἵνα χωρηθῇ· οἱ γὰρ ἀγάλματα ἅπερ ἔγλυφον καὶ ἐχώνευον θεοὺς νομίζοντες, ἤδη δὲ καὶ ἄλογα, πῶς ἂν ἐχώρησαν διὰ πνευματικῶν νοημάτων τε καὶ ῥημάτων τὰ περὶ θεοῦ λεγόμενα; Καὶ πάλιν· Εἰ πάντα πρόοιδεν ὁ θεός, οὐκ ἀφ' ὧν δὲ οἶδε θυμοῦται ἢ μετα μελεῖται, οὐ πάθος ἄρα θεοῦ θυμὸς ἢ μεταμέλεια, ἀλλὰ τοῦ θυ μοῦ ἔργον ἡ κόλασις καὶ τὸ τῆς μεταμελείας ὁμοίως ἀπόστασις μὲν τοῦ προτέρου πράγματος, μετάθεσις δὲ εἰς τὴν ἑτέραν οἰκονομίαν. οὕτω καὶ περὶ ῥομφαίας λέγεται· «ῥομφαία ὀξύνου καὶ σφάζε», οὕτω καὶ χεὶρ ὠνόμασται σιδήρου († ὁ Σολομών· «ἵνα ῥύσηταί σε ἐκ χειρὸς σιδήρου») καὶ ῥομφαίας (ὡς ὁ ∆αβίδ φησιν· «εἰς χεῖρας ῥομφαίας»). οὕτω καὶ ὁ θυμὸς τοῦ θεοῦ ὀργίζεσθαι λέγεται καὶ πρόσωπον ἔχειν ἁμαρτία κατὰ τὸν ∆αβίδ, καὶ πρόσωπον ὁ τοῦ θεοῦ θυμός, ὡς ἐν τῷ τριακοστῷ ἑβδόμῳ Ψαλμῷ, καὶ χερσὶν οἱ ποταμοὶ κροτεῖν. οὔτε δὲ ποταμοῖς χεῖρές εἰσιν οὔτε πρόσωπον ἁμαρτίαις. μὴ τοίνυν διὰ τὰ σωματικῶς περὶ θεοῦ λεγόμενα, ὡς ἐχώρουν οἱ παλαιοί, σῶμα τὸν θεὸν νομίζωμεν ἢ παθῶν αὐτὸν πεπληρῶσθαι. {Οὐ τὸ εὐπερίστρεπτον τῆς ἀνθρώπου γνώμης τῷ θεῷ προσα πτέον· ἡμεῖς γὰρ ἐφ' ἑαυτῶν τὰς τροπὰς τῆς θείας οἰκονομίας τὰς ἐφ' ἡμῶν δικαίως συμβαινούσας ἀπεργαζόμεθα, ἀναξίους ἑαυτοὺς δει κνύντες διὰ τῶν πράξεων τῆς παρὰ τοῦ θεοῦ δωρηθείσης τιμῆς. καταγνοὺς οὖν τοῦ Σαοὺλ καὶ βουλόμενος τῷ ∆αβὶδ παραδοῦναι τὰ τῆς ἀρχῆς καὶ τῷ σπέρματι αὐτοῦ φυλάξαι τὴν βασιλείαν διὰ τὸν ἐξ αὐτοῦ τεχθησόμενον κατὰ σάρκα βασιλέα τῆς κτίσεως ἁπάσης, ἀνθρωπίνοις ἐχρήσατο ῥήμασιν ἀνθρώποις διαλεγόμενος, καὶ εἶπεν· μεταμεμέλημαι ὅτι ἔχρισα τὸν Σαοὺλ εἰς βασιλέα , ἀντὶ τοῦ ἑτέρῳ βούλομαι δοῦναι τῆς βασιλείας τὴν ἀρχήν, τοῦτον δὲ παῦσαι τῆς δυναστείας. Τὸ μεταμεμέλημαι διὰ τὸν Σαοὺλ τουτέστιν οὕτω ἀνάξιον ἑαυτὸν τῆς βασιλείας ἐποίησεν, ὥστε εἴ γε φύσιν εἶχον μετανοοῦσαν, μετέγνων ἂν ἐπ' αὐτῷ. διὰ τί οὖν ἐχρίσθη; ὅτι τότε ἄξιος ἦν. τραπεὶς δὲ πάλιν ἀνάξιος γέγονεν.} 5 Ἐκ τούτων δείκνυται ὃ προεῖπον, ὅτι μεταμέλεια θεοῦ λέγεται τῆς τοῦ θεοῦ οἰκονομίας ἀπὸ πράγματος εἰς πρᾶγμα μετάθεσις. {∆είκνυσιν ὁ λόγος, ὅτι κἂν προφήτης καὶ δίκαιος ἄνθρωπος ὁ ὑπὲρ ἄλλων δεόμενος, οὐκ ἄλλως ἀκούεται, εἰ μὴ ἐκεῖνος ἔργῳ δείξῃ τὴν μετάνοιαν. οὕτω γὰρ ἡ δέησις ἰσχύει τοῦ δικαίου ἐνεργουμένη διὰ τοῦ