Scholia in Lucam

 ἐστί· τινῶν δὲ θεωρημάτων τὸ τέλος ἡ πρᾶξίς ἐστι. ∆ιὰ γὰρ τοῦ, αὐτόπται, δηλοῖ τὸ θεωρητικὸν, διὰ δὲ τοῦ ὑπηρέται, τὸ πραγματικόν. ∆ύνασαι δὲ καὶ ἑτέρ

 καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. 17.317 Στίχ. ιδʹ. Καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις· καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. ∆ιὰ συγκαταβάσεως ὤ

 ἔδωκε λαλεῖν τοῖς ἐμβρύοις διὰ τὸ ἄωρον, σπεύ δοντι τῷ Βαπτιστῇ κηρύξαι τὸν Λυτρωτὴν, ἔχρησεν ἡ μήτηρ τοῦ σώματος ὄργανον· οὐ γὰρ Πνεύματος ἁγίου πρότ

 παρουσίας τοῦ Χριστοῦ. Εἰ γὰρ εἰρηνοποίησε διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ τά τε ἐν τῇ γῇ καὶ τὰ ἐν τῷ οὐρανῷ, κατὰ τὸν θεῖον Ἀπόστολον, τί ὀκνεῖς π

 ποταμοῦ; Καταβαίνων γάρ ἐστιν ὡς ἀλη θῶς ὁ ποταμὸς τοῦ Θεοῦ, τὸ ὕδωρ τὸ ἀληθινὸν, τὸ ὕ δωρ τὸ σωτήριον. Καὶ κηρύσσει, φησὶν, εἰς ἄφεσιν ἁμαρτιῶν βάπτι

 δακτύλῳ δεικνύειν παρ όντα καὶ λέγειν· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ. Ἤδει μὲν ἡ παναγία Παρθένος, μὴ τέκνον αὐτὸν εἶναι τοῦ Ἰωσὴφ, ἀλλ' εἰς πρόσωπα τούτων τὸν

 ραν, αἰσχυνόμενοι, ἢ τοὺς Φαρισαίους φοβούμενοι, καὶ περὶ ἕτερα ἀσχολούμενοι, ἢ τάχα νομίζοντες ἐξεῖναι θεραπεύειν Σαββάτῳ. Ἐπεσημήνατο γὰρ ὁ εὐαγγελι

 ἀπὸ τῆς περιχώρου τὴν Ἰησοῦ παρουσίαν οὐ χωρούντων, οὐδὲν ἧττον προενοήσατο τῆς τῶν δυ ναμένων ἐκεῖ σωτηρίας, τὸν αὐτάρκως παρακαθί σαντα τοῖς ποσὶν α

 θεραπευθῆναι. Πολλοὶ γὰρ ἰατροὶ τοὺς ἀπὸ ἐθνῶν ὑπέσχοντο θεραπεῦσαι. Ἐὰν ἴδῃς τοὺς φιλοσοφοῦντας ἐπαγγελλομένους ἀλήθειαν, ἰατροί εἰσι θεραπεῦσαι πειρ

 ἰδεῖν θάνατον, τούτου δὲ μεῖζον τὸ γεύσασθαι αὐτοῦ, τού του δὲ ἔτι χεῖρον τὸ ἀκολουθεῖν τινι θάνατον; καὶ οὐ μόνον ἀκολουθεῖν, ἀλλὰ καὶ ἤδη ἐλθεῖν ἐπ'

 μὲν Μωϋσεῖ καὶ Ἡλίᾳ λέγει· Οὗτός ἐστι· τάχα δὲ καὶ τοῖς μαθηταῖς. Ἧς ἀκούσαντες, καὶ ταύτην τὴν δόξαν μὴ φέροντες, ἔπεσον ἐπὶ πρόσωπον ταπεινωθέντες ὑ

 σοῦν, ὡς μὴ δυνηθέντα ἀπὸ ὑποδεεστέρου λόγου τῶν μαθητῶν θεραπευθῆναι ὑπὸ τοῦ πάθους. Ἔστι δὲ ἄλαλον καὶ κωφὸν δαιμόνιον αἱ ἄλογοι πρὸς τὸ δοκοῦν καλὸ

 μυστικῶς νοούμενον τὸ δεῖν μισεῖσθαι ὑφ' ἡμῶν τὸν πατέρα, εἰ μέλλοιμεν ἄξιοι ἔσεσθαι τοῦ Ἰησοῦ. Τὸ δὲ, Τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νε κροὺς, ἀλληγο

 Πατρὸς ὑμῶν, τοῦ ἐν τοῖς οὐρανοῖς. Ἐλθέτω ἡ βασιλεία σου. Ἵνα καταργηθῇ μὲν πᾶσα ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις, ἔτι δὲ καὶ πᾶσα βασιλεία τοῦ κόσμου, κα

 ἄρτου, ὀσφραινόμεναι Χριστοῦ μύρων εὐωδίας, ἐλαίου ἀγαλ λιάσεως, ἁπτόμεναι λόγου ζῶντος· αἵτινες, ἐξευτελι ζόμεναι ὑπὸ τῶν τὰ πνεύματος μωρίαν καὶ εὔω

 τῆς ἑνδεκάτης. Καὶ ἐπεὶ προαίρεσις, οὐ χρόνος, ἐξετάζεται, ὃν ἐν πίστει πεποίηκέ τις· διὰ τοῦτο τοῖς ἐξ οὗ κέκληνται τὰ ἐπιβάλλοντα πεποιηκόσι δίδοται

 αὐτῷ· Ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν, καὶ ἰδεῖν αὐτόν. Ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Στίχ. ιθʹ. Καὶ ἕτερος εἶπε· Ζεύγη βοῶν ἠγόρασα πέντε, κα

 ἐγγενομένη χρωτὶ ζῶντι, πὴ δὲ πᾶσαν ἀκαθαρσίαν ἀπολύει ὅλον λεπρὸν γεγονότα. Τότε γὰρ ἀκάθαρτος εἶναι λογίζεται, ὅτε χρὼς ζῶν, μετὰ τὸ ὁλόλεπρον γεγον

 γέγονεν. Ὕστερον δὲ διὰ τὴν αὐτοῦ παρακοὴν ἀνέλαβε καὶ εἰκόνα χοϊκήν. Ὥσπερ δὲ τὸ νόμισμα εἰκόνα ἔχει τοῦ βασιλεύοντος τῶν ἐθνῶν, οὕτως ὁ ποιῶν τὰ ἔργ

Scholia in Lucam

ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ.

17.312 ΚΕΦ. Αʹ. Στίχ. αʹ. Ἐπειδὴ πολλοὶ ἐπεχείρησαν ἀνατάξα σθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἡμῖν πραγμάτων. Ἐπειδὴ ὑπέρογκον ἦν τὸ ἐπιχείρημα, ἄνθρωπον ὄντα, Θεοῦ διδασκαλίαν καὶ ῥήματα συγγράφειν, εἰκότως ἀπολογεῖται ἐν τῷ προοιμίῳ. Ὥσπερ δὲ ἐν τῷ πάλαι λαῷ πολλοὶ προφητείαν ἐπηγγέλλοντο, ἀλλὰ τούτων τινὲς μὲν ἦσαν ψευδοπροφῆται, τινὲς δὲ ἀληθῶς προφῆται· καὶ ἦν χάρισμα διάκρισις πνευμάτων, ἀφ' οὗ χαρίσματος ἐκρίνετο ὁ ἀληθὴς προφήτης καὶ ὁ ψευδοπροφήτης· οὕτω καὶ νῦν ἐν τῇ καινῇ διαθήκῃ, τὰ Εὐαγγέλια πολλοὶ ἠθέλησαν γρά ψαι. Ἀλλ' οἱ δόκιμοι τραπεζῖται οὐ πάντα ἔκριναν, ἀλλά τινα ἐξ αὐτῶν ἐξελέξαντο. Τάχα δὲ καὶ τὸ, ἐπεχείρησαν, λεληθυῖαν ἔχει κατηγορίαν τῶν προ πετῶς καὶ χωρὶς χαρίσματος ἐλθόντων ἐπὶ τὴν ἀναγραφὴν τῶν Εὐαγγελίων. Ματθαῖος γὰρ οὐκ ἐπεχείρησεν, ἀλλ' ἔγραψεν ἐξ ἁγίου κινούμενος Πνεύ ματος· ὁμοίως καὶ Μάρκος, καὶ Ἰωάννης παραπλη σίως, καὶ Λουκᾶς. Τὸ μέντοι ἐπιγεγραμμένον κατὰ Αἰγυπτίους Εὐαγγέλιον, καὶ τὸ ἐπιγεγραμμένον τῶν δώδεκα Εὐαγγέλιον, οἱ συγγράψαντες ἐπεχείρησαν. Φέρεται δὲ καὶ τὸ κατὰ Θωμᾶν Εὐαγγέλιον. Ἤδη δὲ ἐτόλμησε καὶ Βασιλείδης συγγράψαι κατὰ Βασιλεί δην Εὐαγγέλιον. Πολλοὶ μὲν οὖν ἐπεχείρησαν καὶ τὸ κατὰ Ματθίαν, καὶ ἄλλα πλείονα. Ἀλλὰ τὰ τέσσαρα μόνα προκρίνει ἡ τοῦ Θεοῦ Ἐκκλησία. Οὐχ ἁπλῶς δὲ εἶπε πεπιστευμένων, ἀλλὰ πεπληροφορημένων, τὸ ἀπαράβατον τοῖς λεγομένοις μαρτυρῶν. Πραγμάτων δὲ εἶπεν, ἀναιρῶν τὴν αἵρεσιν τῶν κατὰ φαντασίαν λεγόντων τὰ διὰ τοῦ Σωτῆρος γεγενῆσθαι, καὶ τὴν σάρκωσιν αὐτοῦ. Περὶ τῶν πεπληροφορημένων δὲ εἰπὼν, τὴν διάθεσιν αὐτοῦ ἐμφαίνει. Πεπληροφόρητο γὰρ, καὶ οὐδὲν ἐδίσταζε, πότερον οὕτως ἔχει, ἢ οὔ. Ὅτι δὲ παρὰ τῶν αὐτοψίᾳ θεασαμένων καὶ αὐτ ηκόων παρέλαβε, σαφῶς ὡμολόγησεν εἰπών· Καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπ ηρέται γενόμενοι τοῦ Λόγου. ∆ιαβεβαιοῦται δὲ, ὅτι ἄνωθεν παρηκολούθησεν, οὔ τισι τῶν εἰρημένων, ἀλλὰ πᾶσι. Εἰκὸς δὲ ὑπολαμβάνειν τινὰς, ὅτι Θεοφίλῳ τινὶ 17.313 ἔγραψε τὸ Εὐαγγέλιον, ὃς εἷς ἦν τῶν πεπιστευκότων, οὕτως ζέων τῷ πνεύματι, καὶ ἀπλήστως ἔχων περὶ τὰς τοῦ Κυρίου πράξεις τε καὶ λόγους· ὅνπερ ἐποίει ἀσφαλέστερον καὶ τὰ νῦν γραφόμενα. Ἄλλος δέ φη σιν· Ὅτι ἐὰν πάντες τοιοῦτοι ὦμεν, ὡς ἀγαπᾶσθαι ὑπὸ τοῦ Θεοῦ καὶ φιλεῖσθαι, Θεόφιλοί ἐσμεν. Οὐκ ἂν δέ τις εἴη Θεόφιλος ἀσθενής· πᾶς γὰρ Θεόφιλος κρά τιστός ἐστιν ἔχων τὸ κράτος καὶ τὴν δύναμιν τὴν ἀπὸ τοῦ Θεοῦ καὶ τοῦ Λόγου αὐτοῦ, καὶ οὕτως ἐπιγνώσε ται εἰς τὴν περὶ ὧν κατηχήθη λόγων ἀσφάλειαν. Ἐπαγγέλλεται τοίνυν τῆς γνώσεως τὸ βέβαιον, ἵνα ἅπερ ἐκεῖνος ἀκοῇ παρέλαβε, ταῦτα καὶ γράμμασιν ἐντυγχάνων ἀσφαλέστερον τὴν πίστιν διατηρῇ. Ἐν τῇ Ἐξόδῳ γέγραπται, Ὅτι ὁ λαὸς ἑώρακε τὴν φωνὴν τοῦ Κυρίου, καίτοιγε φωνὴ οὐ βλέπεται, ἀλλ' ἀκούεται· ἵνα δηλωθῇ παραδόξως, ὅτι ἡ τοῦ Θεοῦ φωνὴ βλέπεται οἷς βλέπεται. Ἐν δὲ τῷ Εὐαγγελίῳ οὐχ ἡ φωνὴ βλέπεται, ἀλλ' ὁ κρείτ των τῆς φωνῆς Λόγος. ∆ιὰ τοῦτο, Καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενό μενοι τοῦ Λόγου. Εἰ γὰρ τὸ ἑωρακέναι τὸν Κύριον κατὰ σῶμα αὐτόπτην τούτου γενέσθαι ἦν· καὶ Πιλά τος αὐτόπτης ἦν τοῦ Λόγου, καταδικάζων αὐτὸν, καὶ Ἰούδας ὁ προδότης, καὶ πάντες οἱ λέγοντες· Σταύ ρωσον, σταύρωσον αὐτόν. Τὸ οὖν εἰδέναι τὸν Λό γον ἐκεῖ ἐνοεῖτο, ὅπου ἔλεγεν ὁ Σωτήρ· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα, τὸν πέμψαντά με. Καὶ λεληθότως δὲ καλὸν μάθημα διδάσκει ἡμᾶς ὁ Λουκᾶς ἐνταῦθα, ὅτι τινῶν μὲν θεωρημάτων τὸ τέλος ἡ θεω ρία