Selecta in Exodum
ΩΡΙΓΕΝΟΥΣ ΕΚΛΟΓΑΙ ΕΙΣ ΤΗΝ ΕΞΟ∆ΟΝ. 12.281 «Καὶ δώσω χάριν τῷ λαῷ τούτῳ ἐνώπιον τῶν Αἰγυπτίων. Ὅταν δὲ ἀποτρέχοιτε, οὐκ ἀπελεύσεσθε κενοί.» Αὕτη ἡ ἐπαγγελία τῷ Ἀβραὰμ προεδέδοτο· «Μετὰ ταῦτα, λέγοντος τοῦ Θεοῦ, ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς.» «Καὶ κατίσχυσεν ἡ καρδία Φαραὼ, καὶ οὐκ εἰσή κουσεν αὐτῶν, καθάπερ ἐνετείλατο αὐτοῖς Κύριος. Εἶπε δὲ Κύριος πρὸς Μωϋσῆν· Βεβάρυται ἡ καρδία Φαραὼ, τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαόν.» Τὸ, «Βεβά ρυται ἡ καρδία Φαραὼ,» λεγόμενον ὑπὸ τοῦ Κυρίου, μετὰ τὴν μεταβαλοῦσαν εἰς δράκοντα ῥάβδον τοῦ Ἀα ρὼν, καὶ καταπιοῦσαν τὰς τῶν Μάγων ῥάβδους, ἄξιον ἰδεῖν, εἰ ἕτερόν ἐστι τοῦ, «ἐσκληρύνθαι τὴν καρδίαν Φαραώ,» λεγομένου πολλάκις, καὶ τοῦ, «κατισχυκέναι.» Καὶ γὰρ καὶ τοῦτο οὕτως εἴρηται, «Καὶ κατίσχυσεν ἡ καρδία Φαραὼ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν καθὼς ἐλάλησε Κύριος.» ∆οκεῖ δέ μοι ἡ μὲν ἐνδιδοῦσα καρ δία πρὸς τὰ θεῖα, ἁπαλύνεσθαι καὶ μὴ ἰσχύειν ἀνθί στασθαι τῇ θειότητι, καὶ μὴ βαρύνεσθαι, μηδὲ ἕλκε 12.284 σθαι κάτω εἰς γῆν καὶ ὕλην· ἡ δὲ ἀντιτείνουσα καὶ ἐναντιουμένη τῷ θείῳ βουλήματι, σκληρύνεσθαι καὶ ἀντιτυπεῖν δίκην λίθου, καὶ ἀποκρούεσθαι τὸν λόγον, καὶ κατ' ἀπόνοιαν ἀνθίστασθαι μετά τινος ψευδωνύ μου ἰσχύος. Ἀνάγκη δὲ τὴν τοιαύτην καρδίαν καθελ κομένην ὑπὸ τῆς κακίας οὔσης κατωφεροῦς, βαρύ νεσθαι. Οὐ μὴν κατὰ τὴν αὐτὴν διάνοιαν ταῦτα τῇ καρδίᾳ συμβαίνει, εἰ καὶ μιᾷ καὶ τῇ αὐτῇ συμβέ βηκε φαύλῃ οὔσῃ τὸ κατισχύειν καὶ τὸ βαρύνεσθαι. Ἡ μὲν γὰρ, ὡς εἴρηταί που, λιθίνη γίνεται ἡ καρ δία καὶ σκληρύνεται· ἡ δὲ οὐ παραχωρεῖ ὡς κρείτ τονι τῇ θείᾳ φύσει· ἀλλὰ θεομαχεῖν ἱσταμένη κατ' αὐτῆς καὶ ἰσχύειν λέγεται. «Εἶπε δὲ αὐτῷ Μωϋσῆς, Ὡς ἂν ἐξέλθω τὴν πόλιν, ἐκπετάσω τὰς χεῖράς μου πρὸς Κύριον, καὶ αἱ φω ναὶ παύσονται, καὶ ἡ χάλαζα, καὶ ὁ ὑετὸς οὐκέτι ἔσται.» Ὁ γὰρ πάντων δημιουργὸς πρὸς τὴν κέλευ σιν τὴν φύσιν εἴκουσαν ἔχει. Τοῦ αὐτοῦ. Σημειωτέον ὅτι οὐ πάντα τῇ ῥά βδῳ τερατουργεῖ Μωϋσῆς, ἀλλὰ καὶ χερσὶ καὶ λόγῳ, ἵνα μὴ τὴν ῥάβδον μαγικαῖς ἀπάταις τελεῖσθαι οἱ πολλοὶ νομίσωσι. «Λαβέτωσαν ἕκαστος πρόβατον κατ' οἴκους πα τριῶν·» καὶ τὰ ἑξῆς. Ἀπὸ τῆς δεκάτης φησὶ λαμ βάνειν πρόβατον καὶ τρέφειν ἕως ιδʹ· καὶ ἐπονομά σαι λέγοντας, Τοῦτο τὸ πρόβατον θύεται ὑπὲρ τοῦδε καὶ τοῦδε· οὐχ ὑπερβαινόντων αὐτῶν ιʹ ὀνομάτων· καὶ τῇ ιδʹ θύεται ἀνάμεσον τῶν ἑσπερινῶν, ἀρχο μένης τῆς ιεʹ· ὡς γίνεσθαι ἀπὸ τῆς λήψεως μέχρι τῆς θύσεως ἡμέρας εʹ, ὅτε πλῆρές ἐστι τῆς σελήνης τὸ φῶς. «Πρόβατον τέλειον, ἄρσεν, ἐνιαύσιον ἔσται ὑμῖν.» Ἐνιαύσιον πρόβατον ὁ Χριστός ἐστι. Τὸ γὰρ ἐν μη δενὶ ὑστερεῖσθαι μηδὲ ἐλλιπές τι ἔχειν διὰ τοῦ ἐνιαυ τοῦ δηλοῦται. «Καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἑσπέραν.» Πρὸς ἑσπέραν δὲ κε λευόμεθα σφάξαι τὸ πρόβατον, ἐπειδὴ καὶ ἐσχάτῃ ὥρᾳ τὸ ἀληθινὸν ἡμῶν πρόβατον εἰς τὸν κόσμον ἦλθεν ὁ Σωτήρ. «Καὶ λήψονται ἀπὸ τοῦ αἵματος, καὶ θήσουσιν ἐπὶ τῶν δύο σταθμῶν, καὶ ἐπὶ τὴν φλιὰν, ἐν τοῖς οἴκοις·» καὶ τὰ ἑξῆς. Θύομεν δὲ, καὶ χρίομεν τοὺς οἴκους ἡ μῶν τῷ αἵματι· λέγω δὲ τὸ σῶμα, εἴπερ χρίσις πί στις ἐστὶν ἡ εἰς αὐτὸν, δι' ἧς πιστεύω τὴν τοῦ ὀλο θρευτοῦ δύναμιν καταργουμένην. Μετὰ δὲ τὸ χρισθῆ ναι ἡμᾶς, τουτέστι πιστεῦσαι εἰς τὸν Χριστὸν, τότε καὶ ἐπὶ τὴν βρῶσιν ἔρχεσθαι κελευόμεθα· μήτε δὲ ὠμὰ, μήτε ἑψημένα ἐν ὕδατι, ἀλλ' ὀπτὰ πυρί. «Πᾶς ὃς ἂν φάγῃ ζύμην, ἐξολοθρευθήσεται ἡ ψυ χὴ ἐκείνη ἐξ Ἰσραήλ.» Ἐξολοθρευθήσεται ἄνθρωπος ἕνεκεν ζύμης· καὶ ὁ τῶν ὅλων Θεὸς ὁ χρηματίζων τοὺς νόμους, ὡς ὀλοθρεύει μοιχὸν, ὡς ὀλοθρεύει πόρ νον, ὡς ὀλοθρεύει παιδοφθόρον, οὕτως ὀλοθρεύει τὸν ἔχοντα ζύμην ἐν τῇ οἰκίᾳ αὐτοῦ ἐν τῇ τῶν ἀζύμων ἡμέρᾳ. Τοῦτο κατὰ Θεόν ἐστι; τοῦτο κατὰ νόμον