Historia ecclesiastica (fragmenta e vita Constantini) (cod. Angelic. 22) 1.7aVita Constantini Cod. Angelic. A f. 15v Franchi de' Cav. 93: Τοῦ τοίνυν ̓Αρείου καὶ τῶν ἀμφ' αὐτὸν κύκλῳ διά τε Παλαιστίνης ἰόντων καὶ Φοινίκης καὶ τῆς αλλης Συρίας καὶ Κιλικίας καὶ τῶν ἐφεξῆς ἐθνῶν ὁπόσα προποδὼν ην σφίσιν ἐπὶ τὴν Βιθυνίαν καὶ τὸν βασιλέα πορευομένοις (τοῦτον γὰρ εσπευδον ἀφικόμενοι διδάξαι τε περὶ τῶν γενομένων, τὰς παρὰ τῶν ἐπισκόπων ψήφους τε καὶ μαρτυρίας ἐπενεγκάμενοι), τούτους ουν αὐτῶν πάντας ἐπιπαριέναι κύκλῳ προαιρουμένων καὶ διατριβῆς οὐκ ὀλίγης ἐκ τούτου περὶ τὴν πορείαν αὐτοῖς γινομένης, ὁ ̓Αλέξανδρος αρας ἀπὸ τῆς ̓Αλεξανδρείας επλει τὴν ταχίστην ἐπὶ τὴν Προποντίδα καὶ τὴν Νικομήδους· ενθα παραγενόμενος καὶ τοῖς περὶ τὸνΟσιον Κουδρούβης εἰς λόγους καταστάς, πείθει τῆς αὐτοῦ συνεπίστασθαι γνώμης καὶ κυρῶσαι τὸ ὁμοούσιον, λόγοις δικαιοτάτοις αὐτοὺς ὑπαγόμενος. ̓Ανεδίδασκεν δὲ καὶ τὴν ̓Αρείου βλασφημίαν τε καὶ κακόνοιαν, τοιαῦτα λέγων πρὸς απαντας· «δεινόν, ω φίλοι, δεινὸν καὶ μεγάλης φυλακῆς αξιον τὴν γνώμην ἁπλῶς απασαν ἀνεῖσθαι τοῖς πέλας, καν αλλως τινὲς τῶν ἐπιτηδειοτάτων ειναι δοκῶσιν. αἱ γάρ τοι παρὰ τὴν ἀξίαν τιμαὶ τοὺς πολλοὺς οὐκ εἰς ευνοιαν αρα τῶν τιμώντων ἐπάγονται μᾶλλον η πρὸς τὸ κατ' αὐτῶν ἐγείρουσι θράσος. καὶ ταῦτα μὲν ετι, καίπερ οντα τοιαῦτα καὶ οια μὴ φέρειν, φέρειν ομως ἐγίγνωσκον. τὸ γὰρ ακρως οντα πονηρὸνΑρειον ετι δοκεῖν ὑπολείπειν ἑαυτῷ τινα χώραν τῆς ἐπὶ τὸ πρόσω κακίας, οἰστὸν ἡγεῖσθαι παρεσκεύαζεν, ὡς αν μήπω γε αὐτῷ πρὸς απαν τὸ οἰκεῖον ακρον τῆς πονηρίας ἀφικομένης. ἀλλ' ουτι καταπροΐξεται, ιστω τοῦτό γε σαφῶς, οὐδὲ χαιρήσει ταῦτα κατ' ἐμοῦ θρασυνόμενοςΑρειος. εισεται γὰρ οτι καὶ γέροντες εχουσι νεῦρον εἰς εκπραξιν δίκης. τοιγαροῦν ἐκκεκηρύχθω πᾶσιν ἡμῖν καὶ κοινὸν ἀνάθεμα κείσθω καὶ ἀποτρόπαιον αὐτός τεΑρειος καὶ πάντες καὶ οσους ὁ κοινὸς δαίμων συναπέστησεν τῆσδε τῆς ἱερᾶς ἐκκλησίας ἐξελασάμενος.» Τῶν ουν ἐπισκόπων τότε πρὸς πολλὰς διαμεριζομένων δόξας, εδοξεν τῷ Κωνσταντίνῳ βασιλεῖ σύνοδον ἐν Νικαίᾳ πάντων τῶν ἐπισκόπων ποιῆσαι καὶ τὸν πρὸς ἀλλήλους διαπληκτισμὸν καταπαῦσαι. 1.9azu Z. 6 ff Vita Constantini Cod. Angelic. A f. 17r unmittelbar nachκαταπαῦσαι oben 7a Ende: ̓Επεὶ δὲ ἡ κυρία τε ηκεν ἡμέρα καὶ αὐτοὶ συνῆλθον τὴν ἑαυτῶν εκαστος ἀποφαινόμενοι γνώμην, βασιλεὺς μὲν ἐν μέσοις ην, περιμένων δὲ ομως ο τι τὸ κοινὸν ἐπικρίνειεν. οἱ δὲ περὶ τὸνΟσιον Κουδρούβης καὶ ̓Αλέξανδρον παρεσκεύασαν ετοιμον ειναι τὸ βιβλίον ο πάντας ἐχρῆν ὑπογράφειν.Εστιν δὲ αὐτοῦ ἡ σύνταξις ἐπ' αὐτῶν λέξων ηδε· « ̓Εν Νικαίᾳ μητροπόλει Βιθυνίας εδοξε τῷ καλλινίκῳ Κωνσταντίνῳ τῷ Αὐγούστῳ σύνοδον ποιήσασθαι τῶν ἁγίων ἐπισκόπων τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας. Πιστεύομεν εἰς ενα θεόν, πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων» καὶ τὰ ἑξῆς. «τοὺς δὲ λέγοντας· ην ποτε οτε οὐκ ην, καὶ πρὶν γεννηθῆναι οὐκ ην, καὶ οτι ἐξ οὐκ οντων ἐγένετο, η ἐξ ἑτέρας ὑποστάσεως η οὐσίας φάσκοντας ειναι, η κτιστὸν η τρεπτὸν η ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.» Τοῦτο τοίνυν τὸ βιβλίον ἐκείνων εἰς τὸ κοινὸν ἐνηνοχότων καὶ πάντας ἀξιούντων ἐπιψηφίζειν τῇ γνώμῃ, καὶ κυροῦν εκαστον δι' ὑπογραφῆς οἰκείας ἐβεβαιώσαντο. οἱ δὲ περὶ τὸνΑρειον παρῆσαν μὲν αὐτόθι καὶ αὐτοὶ ξύμπαντες. οὐ μὴν δὲ τὴν εὐσεβῆ προσεδέξαντο πίστιν. οθεν ὁ βασιλεὺς ἐξέφερε γνώμην εὐσεβεστάτην τοιάνδε· ὡς απαντας ὁπόσοι μὴ συναινέσειαν τῇ κοινῇ τῶν ἐπισκόπων ψήφῳ, ειτε πρεσβύτεροί τινες ειεν, ειτε διάκονοι, ειτε καὶ ει τινες αλλοι τοῦ κλήρου, τούτους φυγῇ ζημιοῦσθαι. Φιλούμενος δὲ ην ὁ ταῦτα πρὸς εργον ἀγαγεῖν πιστευθείς, τιμὴν ἐκ βασιλέως εχων ην καλεῖν εἰώθασι ̔Ρωμαῖοι μάγιστρον. ουτος ουν τῷ ̓Αρείῳ καὶ τοῖς σὺν αὐτῷ τὸ βιβλίον προσενεγκών, ἐκέλευσεν αἱρεῖσθαι ὁπότερα βούλονται, ειτε