De malorum subsistentia
ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΚΑΚΩΝ ὙΠΟΣΤΑΣΕΩΣ ΜΟΝΟΒΙΒΛΟΣ 1 Τὴν τοῦ κακοῦ φύσιν, ἥτις τέ ἐστι καὶ ὅθεν ἔχει τὴν γένεσιν, ἐζήτησαν μὲν καὶ τῶν πρὸ ἡμῶν τινες, ---αὐτὸ καθ' αὑτὸ τὸ κακὸν σκοπήσαντες, εἴτε ἔστιν εἴτε καὶ μή, καὶ εἰ ἔστι, πῶς ἐστὶ καὶ πόθεν εἰς τὸ εἶναι καὶ τὴν ὑπόστασιν ἥκει· ... ἡμεῖς δὲ ... ἀναγράψαντες, ἃ ... τῷ θείῳ Πλάτωνι περὶ τῆς τοῦ κακοῦ φύσεως τεθεώρηται· --- καὶ τῆς τῶν ζητουμένων καταλήψεως ἐγγυτέρω πάντως ἐσόμεθα, τὴν τοῦ Πλάτωνος εὑρόντες ἔννοιαν, κἀκεῖθεν οἷον φῶς ταῖς ἡμῶν ζητήσεσιν ἀνάψαντες. Εἴτε οὖν ἐστὶ τὸ κακόν, εἴτε μή, πρῶτον σκοπητέον· καὶ εἰ ἔστι, πότερον ἐν τοῖς νοητοῖς ἐστὶ ἢ οὔ· καὶ εἰ ἐν τοῖς αἰσθητοῖς, πότερον κατ' αἰτίαν προηγουμένην ὑφέστηκεν ἢ οὔ· καὶ εἰ μή, πότερον οὐσίαν αὐτῷ τινὰ δοτέον, ἢ παντάπασιν ἀνούσιον αὐτοῦ τὸ εἶναι θετέον· καὶ εἰ ἔστι τοῦτο, πῶς ὑπέστη, τῆς ἀρχῆς ἑτέρας οὔσης, καὶ πόθεν ἄρχεται καὶ μέχρι τίνος πρόεισι· καὶ ἔτι πῶς καὶ πόθεν, προνοίας οὔσης, ἐστὶ τὸ κακόν; ---ἐφ' ἅπασι δὲ---ἢ μηδὲν πεπραγματεῦσθαι οἰόμεθα, εἰ διαπέσοιμεν τῆς θεωρίας ἐκείνου. 2 Ἀρχὴ οὖν τῆς περὶ αὐτῶν θεωρίας κατὰ φύσιν <ἔστω>, πότερον τὸ κακὸν τῶν ὄντων ἐστὶν ἢ οὔ· καὶ πῶς γὰρ δυνατὸν εἶναι τοῦτο, ὃ τῆς τῶν ὄντων ἀρχῆς πάντῃ ἐστὶν ἄμοιρον; οὐδὲ γὰρ φωτὸς σκότος, οὔτε ἀρετῆς κακίαν μετασχεῖν δυνατόν, οὔτε τἀγαθοῦ τὸ κακόν. --- <οὕτως> ---οὐδαμοῦ τῶν ὄντων εἶναι δεῖ τὸ κακόν· εἴτε γὰρ ἐκ τοῦ ἀγαθοῦ καὶ τοῦτο, πῶς ἔτι καλῶν ἁπάντων ἐκεῖνο καὶ ἀγαθῶν αἴτιον, ὃ τὴν τοῦ κακοῦ παρήγαγεν φύσιν; <εἴτε οὐκ ἐκεῖθεν>· οὐκ <ἄρα ἦν> πάντων τῶν ὄντων τὸ ἀγαθὸν αἴτιον, οὐδ' ἀρχή, εἴπερ <τὸ κακὸν> ἐν τοῖς οὖσι τεταγμένον διαφεύγει τὴν ἐξ ἐκείνου πάροδον. ὅλως δέ, εἰ πᾶν τὸ ὁπωσοῦν ὑφιστάμενον τοῦ εἶναι μετασχὸν ὑπέστη, τὸ δὲ τοῦ εἶναι μετασχὸν ἀνάγκη καὶ τοῦ ἑνὸς μετέχειν---, οὔτε δὲ ἦν οὔτε ἔσται θέμις ἄλλως ποιεῖν τὰ δεύτερα ἃ ποιοῦσιν ἢ μετὰ τῶν ὑπερ- κειμένων-τὸν μὲν νοῦν μετὰ τῆς ζωῆς, τὴν δὲ ζωὴν μετὰ τοῦ εἶναι, πάντα δὲ μετὰ τοῦ ἑνός-δεῖ δήπου καὶ τὸ κακὸν αὖ δυοῖν πεπονθέναι θάτερον· ἢ μηδὲ τοῦ εἶναι μετειληχέναι τὸ παράπαν, ἢ ὁπωσοῦν τοῦ εἶναι μετασχὸν ἅμα καὶ τῆς ἐπέκεινα μετέχειν αἰτίας---. ἢ μηδὲ εἶναι τὴν ἀρχήν, <ἢ> μηδὲ γεγονέναι μηδὲ εἶναι τὸ κακόν. ---ἀμ- φοτέρωθεν δὲ ἀναγκαῖον φάναι οὐδαμοῦ τὸ κακόν. εἰ δὲ ... τἀγαθὸν ἐπέκεινα <τοῦ ὄντος καὶ πηγὴν> τῶν ὄντων---. πῶς <ἐστι> τὸ κακὸν <ἕν τι τῶν ὄντων, εἰ> ἔσται τῆς τοιαύτης ὀρέξεως παρῃρημένον; --- 3 --- (τὸ κακόν) ... μᾶλλον καὶ αὐτοῦ τοῦ μὴ ὄντος ἀπέχον τοῦ ἀγαθοῦ· ---τὸ τούτου δὲ πορρώτερον τοῦ ἐγγὺς μᾶλλον ἀνουσιώτερον. τὸ μηδαμῶς ἄρα ὂν μᾶλλον ἐστὶν ἤπερ τὸ λεγόμενον κακόν. --- εἰ δὲ καὶ, <ὡς ὁ Πλάτωνος λόγος>, οὐ μόνον ὑφίστησι τὴν τῶν ἀγαθῶν φύσιν ὁ τοῦ κόσμου τούτου πατήρ, ἀλλὰ καὶ βούλεται μηδὲν εἶναι μηδα- μοῦ κακόν, τίς ἔστι μηχανὴ ὑφεστάναι πρὸς ὑπόστασιν τὸ κακὸν ἀβούλη- τον τῷ δημιουργῷ; οὐ γὰρ ἄλλα μὲν αὐτὸν βούλεσθαι, ἄλλα δὲ ποιεῖν θεμιτόν, ἀλλ' ἡ βούλησις ἅμα καὶ ποίησις <ἦν> ἐπὶ τῶν θείων <οὐσιῶν>· ὥστε οὐ μόνον ἀβούλητον αὐτῷ τὸ κακόν, ἀλλὰ καὶ ἀνυπόστατον, οὐχ ὡς ἐκείνου μὴ ποιοῦντος-τοῦτο γὰρ οὐδὲ νοεῖν θέμις-, ἀλλ' ὡς μηδ' εἶναι ποιοῦντος· καὶ γὰρ ἦν ἡ βούλησις οὐ τοῦ μὴ ποιεῖσθαι παρ' αὐτοῦ τὸ κακόν, ἀλλ' ὅλως μὴ εἶναι· τί οὖν ἔτι τὸ ποιῆσον εἶναι, τοῦ προσάγοντος αὐτὸ πρὸς τὸ μὴ εἶναι ὑποστάτου πάντων ὄντος καὶ πατρός; τί γὰρ ἐναντίον αὐτῷ καὶ πόθεν; οὔτε γὰρ ἐξ αὐτοῦ τὸ κακοποιόν-οὐ γὰρ θέμις αὐτῷ· καὶ εἰ ἀλλαχόθεν, ἄτοπον· πάντα γὰρ τὰ ἐν τῷ κόσμῳ ἐκ τοῦ πατρός, τὰ μὲν αὐτόθεν, ὡς εἴρηται, τὰ δ' οἷον ἐνεργούντων ἄλλων. 4 Ὁ μὲν οὖν τὸ κακὸν ἐξορίζων τοῦ εἶναι λόγος τοιοῦτος ἄν τις εἴη, καὶ τοιαῦτα ἂν ἡμῖν προφέροιτο πιθανῶς λέγων. ὁ δὲ τὴν ἐναντίαν τούτῳ