Fragmenta in epistulam ad Ephesios (in catenis)
Eph: Prolog
Ὥσπερ τοῖς Ῥωμαίοις ἔγραφεν, ὅτε μηδέπω αὐτοὺς τεθέατο, οὕτω καὶ τοῖς Ἐφεσίοις, Ἰωάννου προλαβόντος καὶ τὸ κήρυγμα αὐτοῖς καταβαλλομένου, εὐκαίρως παραινῶν αὐτοῖς μὴ κρατεῖσθαι νόμῳ. ἐπειδὴ οἱ ἀπόστολοι ἐν Ἱεροσολύμοις διάγοντες διὰ τοὺς ἀπὸ τῆς περιτομῆς πιστεύσαντας ἐτήρουν νόμον, εἶτα ἐπειδὴ ἱκανῶς ὁ Ἰωάννης ἐθεολόγησε καὶ οὐδὲν ἐνέλιπε τῶν εἰς θεογνωσίαν κηρυγμάτων, ὡς ἦν ἀνθρώποις χωρητόν, ἐπὶ τὸ παραστῆσαι τῆς ἐνανθρωπήσεως τὴν οἰκονομίαν, ἔρχεται τὸ οἰκεῖον αὐτῇ μέγεθος καὶ διὰ ῥημάτων ἀξίως τῶν πραγμάτων 305 περιτιθεὶς καὶ τὸ δυσκολώτερον ἀναδεξάμενος· τὸ μὲν γὰρ τῆς θεότητος εἶχεν οἰκεῖον τὸ ἀξίωμα καὶ ὡμολογημένον, τὸ δὲ τῆς ἐνανθρωπήσεως κατὰ τὸ φαινόμενον ταπεινὸν ἀξίως διηγήσασθαι δυνάμεως ἦν πνευματικῆς. Eph 1,1 Κἀνταῦθα τὸ διὰ καὶ τῷ θεῷ προσήκει κατὰ τὸν Παῦλον, καὶ οὐκ ἠλάττωται πατήρ. εἰκότως δὲ λέγει τὸ διὰ θελήματος θεοῦ, ἵνα δείξῃ ὅτι ὡς ἠθέλησεν ὁ θεὸς Ἰωάννην εἶναι ἀπόστολον οὕτως κἀμέ. τοῦτο δὲ γράφει, ἵνα ἀξιόπιστα ᾖ τὰ ὑπ' αὐτοῦ λεγόμενα. Eph 1,2 Εἰ ἑκάτερον καταχρηστικῶς εἴρηται, καὶ τὸ πατὴρ καὶ τὸ κύριος, ὁμολογηθήσεται μείζων τοῦ πατρὸς ὁ υἱός, εἰ ὁ μὲν πατρὸς ἔχει ὄνομα, ὁ δὲ κυρίου. ἀλλ' ὡμολόγηται τούτων τῶν ῥητῶν ἡ αἰτία· ἐπειδὴ γὰρ εἶπεν· πατρὸς ἡμῶν, πατὴρ δέ ἐστι τοῦ Χριστοῦ, ἵνα μὴ τὸ αὐτὸ ὄνομα καὶ ἐπὶ τοῦ μονογενοῦς καὶ ἐπὶ τῶν πιστῶν ᾖ κείμενον, ἢ τὸν υἱὸν καθελῇ παρὰ φύσιν, ἢ ἐκείνους ὑπὲρ φύσιν ἀναγάγῃ, εἰπὼν πατρὸς ἡμῶν καὶ δεικνὺς ὅτι χάριτι ἡ προσηγορία, ἐπήγαγεν· καὶ κυρίου Ἰησοῦ Χριστοῦ· οὐ γὰρ ἐνῆν κοινῇ φύσει τῆς προσηγορίας οὔσης κοινὸν εἶναι καὶ τὸ ἀξίωμα. διὰ τί οὖν κύριος μὲν τούτων ὁ πατήρ, οὐχὶ δὲ καὶ αὐτὸς κύριος τοῦ υἱοῦ, εἴπερ καταχρηστικὸν ἦν τὸ τῆς προσηγορίας ἐφ' ἑκατέρων; Eph 1,4 Εἰ τοίνυν ἐν Χριστῷ εἰς υἱοθεσίαν ὡρίσθησαν οἱ ἅγιοι, οὐ θετὸς ὁ υἱός, ἀλλὰ φύσει υἱός. Eph 1,5- 6 Εἰ κατὰ τὸν νόμον ἡ θέλησις ἐνέργειά ἐστιν, τίς ἡ εὐδοκία ἡ ταύτης τῆς θελήσεως; οὐ γὰρ ἂν εἶπε «θέλησιν θελήματος». Εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ. προλαβὼν ἤδη εἶπον ὅτι κατακοσμεῖ τὸν ἑαυτοῦ λόγον τῷ ἀξιώματι τῆς οἰκονομίας. 306 Eph 1,10 Ἐπειδὴ ἔπεσεν ὁ πλασθεὶς διὰ τῆς παρακοῆς, καὶ ἀσεβησάντων τῶν ἀνθρώπων ἀπηλλοτριώθη τὰ ἐπουράνια τῶν ἐπιγείων, ἐλθὼν ὁ Χριστὸς πάντα ἀνεκεφαλαιώσατο. καὶ τοῦτο μετὰ ταῦτα ἑτέρως φησὶν εἰπών· εἰρηνοποιήσας τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν, τοὺς Ἰουδαίους καὶ τοὺς Ἕλληνας, διὰ τῆς εἰς Χριστὸν πίστεως. Eph 1,11 Φανερῶς ἐνταῦθα ἄλλο ἐνέργειαν λέγει καὶ ἄλλο βούλησιν. εἰπὼν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλήν, εἶπεν τοῦ θελήματος, ἵνα δείξῃ κεκριμένον τὸ θέλημα. ἅπερ ἄν τις ἀπὸ βουλῆς καλῆς ἐβεβαίωσεν, ταῦτα κρίσει ὥρισται, λέγων ἐχρήσατο ταῖς φωναῖς. Eph 1,13 Τῶν προεγνωσμένων, φησίν, ἐστὲ καὶ ὑμεῖς, οἰκειούμενοι Χριστῷ δι' ὑπακοῆς καὶ τῆς ἐπὶ τῇ ἀκοῇ πίστεως καὶ τοῦ ἐπὶ τῇ πίστει σφραγισμοῦ, ὅς ἐστιν ὁμοίωσις πρὸς Χριστὸν διὰ τῆς τοῦ πνεύματος μεταλήψεως. παρὰ τίνος δὲ ἤκουσαν τὸν λόγον τῆς ἀληθείας; ἢ παρὰ Ἰωάννου τοῦ εὐαγγελιστοῦ; ἐκεῖ γὰρ ἐκήρυττεν. διὸ καὶ ὑψηλότερον αὐτοῖς ὁ Παῦλος διαλέγεται ἐκ τῆς ἐκείνου διδασκαλίας κατηρτισμένοις. Eph 1,14.17-21 Ἡ ἀπολύτρωσις τῆς περιποιήσεώς ἐστιν· ἵνα γὰρ περιποιηθῶμεν καὶ οἰκειωθῶμεν τῷ θεῷ, ἀπολυτρούμεθα, μεμνημένοι δὲ τοῦ αἵματος οὗ ἀπελυτρώθημεν καὶ τῆς οἰκονομίας πάσης. φανερὸν ὅτι θεὸν τὸ κατὰ σάρκα τοῦ Χριστοῦ λέγει· οὐδαμοῦ γὰρ ἐνταῦθα τοῦ τῆς θεότητος ἀξιώματος ἐμνημόνευσεν, ἀλλὰ τῆς καθ' ἡμᾶς οἰκονομίας ἥτις ὡμολόγηται τῆς