1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

1

Explanatio in Canticum canticorum

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟ

ΑΣΜΑ ΤΩΝ ΑΣΜΑΤΩΝ. Τῷ Θεοφιλεστάτῳ ἐπισκόπῳ Ἰωάννῃ Θεοδώρητος. Ἡ τῶν θείων λογίων ἐξήγησις δεῖται μὲν ψυχῆς κεκαθαρμένης, καὶ ῥύπου παντὸς ἀπηλλαγμένης· δεῖται δὲ καὶ διανοίας ἐπτερωμένης, καὶ καθορᾷν τὰ θεῖα δυναμένης, κατατολμώσης τῶν ἀδύτων τοῦ Πνεύματος· χρῄζει δὲ καὶ γλώττης ὑπουργούσης τῇ διανοίᾳ, καὶ τὴν ἐκείνης θεωρίαν ἀξίως ἑρμηνευού σης. Ἐμοὶ δὲ καὶ ψυχὴ πολὺν ἁμαρτημάτων φορυ τὸν περικειμένη, καὶ φροντίσιν ὧν ἐγκεχείρισμαι πραγμάτων βεβαπτισμένη διάνοια, καὶ διὰ ταῦτα ταπεινὴ καὶ χαμαίζηλος, καὶ κατοπτεύειν ἀκριβῶς τὰ θεῖα μὴ δυναμένη λόγια, καὶ πρὸς τούτοις γλῶττα τῆς διανοίας νωθεστέρα καὶ βραδυτέρα. Ἐπειδὴ δὲ προσέταξας, ὦ φίλη μοι κεφαλὴ, τοῦ Ἄσματος τῶν ᾀσμάτων ἑρμηνεῦσαι τὴν βίβλον, καὶ τῶν αἰνιγμα τωδῶς καὶ μυστικῶς εἰρημένων σαφῆ καὶ δήλην τὴν διάνοιαν δεῖξαι, κατετολμήκαμεν τῶν ὑπὲρ δύνα μιν, καὶ ταῦτα μυρίαις ἀστικαῖς τε καὶ χωριτικαῖς, στρατιωτικαῖς τε καὶ πολιτικαῖς, ἐκκλησιαστικαῖς τε καὶ κοιναῖς περιεχόμενοι φροντίσι· τόν τε βυθὸν τοῦ πελάγους κατεθαῤῥήσαμεν, καὶ εἰς τὸ βάθος τοῦ γράμματος καταβῆναι τετολμήκαμεν, ἵνα σοι τὸν τοῦ νοήματος ἀνενέγκωμεν μαργαρίτην. Ἐλάβομεν δὲ οὐκ ἔλαιον ἐν τῷ στόματι, ἵν' εἰς ἔρευναν τοῦ ζη τουμένου συνεργῷ χρήσωμαι χειροποιήτῳ φωτὶ, 81.29 ἀλλ' εὐχὴν καὶ ἱκετείαν, ἧς ὅτι μάλιστα χρῄζουσιν οἱ τῆς τῶν θείων λογίων διανοίας ἐφικέσθαι ποθοῦν τες. Ἐδίδαξε γὰρ ἡμᾶς ὁ μακάριος ∆αβὶδ λέγειν· "Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου." Ταῦτα δεδιδα γμένοι, τὴν θείαν ἱκετεύσωμεν χάριν, ὑποδεῖξαι ἡμῖν τὴν τοῦδε τοῦ βιβλίου διάνοιαν. Ἐπειδὴ δέ τινες τῶν τὸ Ἆσμα τῶν ᾀσμάτων διαβαλλόντων, καὶ πνευματικὸν εἶναι τὸ βιβλίον οὐ πιστευόντων, μύθους δέ τινας οὐδὲ γραϊδίοις παρα ληροῦσιν ἁρμόττοντας ὑφαινόντων, καὶ λέγειν τολμών των, ὡς σοφὸς Σολομὼν εἰς ἑαυτὸν, καὶ τὴν τοῦ Φα ραὼ θυγατέρα, τοῦτο συγγέγραφε, καὶ ἄλλοι δέ τινες ταυτησὶ τῆς συμμορίας ὑπάρχοντες, Ἀβισαὴ τὴν Σου ναμῖτιν, ἀντὶ τῆς τοῦ Φαραὼ θυγατρὸς, εἶναι τὴν νύμ φην ἀνεπλάσαντο· οἱ δὲ τούτων σεμνότερον νενοηκότες, βασιλικὸν τὸν λόγον ὠνομάκασι, καὶ νύμφην τὸν λαὸν προσηγορεύκασι, τὸν δὲ βασιλέα νυμφίον· ἀναγ καῖον τοίνυν ἡγησάμεθα, τῆς ἑρμηνείας ἀρχόμενοι, τὴν διεψευσμένην ταύτην καὶ βλαβερὰν πρότερον διελέγξαι διάνοιαν, εἶθ' οὕτως σαφῆ τοῦ γράμματος τὸν σκοπὸν καταστῆσαι. Ἐχρῆν μὲν οὖν αὐτοὺς συν ιδεῖν, ὡς πολὺ λίαν αὐτῶν καὶ σοφώτεροι, καὶ πνευ ματικώτεροι τυγχάνουσιν οἱ μακάριοι Πατέρες, οἱ τοῦτο τὸ βιβλίον ταῖς θείαις Γραφαῖς συντεταχότες, καὶ ἅτε δὴ πνευματικὸν κανονίσαντές τε αὐτὸ, καὶ Ἐκκλησίᾳ πρέπειν ἀποφηνάμενοι. Οὐ γὰρ ἂν, εἴπερ ἄλλως ὑπέλαβον, ταῖς ἁγίαις αὐτὸ Γραφαῖς συνηρί θμησαν, ἀκρασίας ἔχον καὶ φιληδονίας ὑπόθεσιν. Καὶ τί δεῖ τοὺς κάτω λέγειν Πατέρας, ἐξὸν αὐτοῦ τοῦ θείου Πνεύματος καλέσαι τὴν μαρτυρίαν; Ἐπειδὴ γὰρ αἱ θεῖαι Γραφαὶ, αἱ μὲν ὑπὸ Μανασσοῦ, τοῦ πονηρίᾳ καὶ δυσσεβείᾳ τούς τε πρὸ αὐτοῦ καὶ μετ' αὐτὸν ἅπαντας ἀποκρύψαντος, ἐνεπρήσθησαν· αἱ δὲ κατὰ τὸν τῆς αἰχμαλωσίας καιρὸν φροῦδοι παντε λῶς ἐγένοντο· τῶν Βαβυλωνίων