1
Interpretatio in Danielem
ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΑΣ ΟΡΑΣΕΙΣ ΤΟΥ ΠΡΟΦΗΤΟΥ ∆ΑΝΙΗΛ.
ΠΡΟΘΕΩΡΙΑ. Εἰ πᾶσι ῥᾴδιον ἦν τὰ τῶν θείων προφητῶν ἀνα πτύσσειν θεσπίσματα, καὶ τοῦ μὲν γράμματος ὑπερ βαίνειν τὴν ἐπιφάνειαν, εἰς δὲ τὸ βάθος καταδύνειν, καὶ τὸν ἐκεῖ κρυπτόμενον τοῦ νοήματος μαργαρίτην θηρεύειν, ἴσως ἂν εἰκότως ἐνομίσθη παρέλκον ἀνάγραπτον τούτων ποιεῖσθαι τὴν ἑρμηνείαν, πάν των εὐπετῶς παρ' αὐτὴν τὴν ἀνάγνωσιν τῆς προφη 81.1257 τικῆς διανοίας ἐφικνουμένων· ἐπειδὴ δὲ, μίαν μὲν ἅπαντες φύσιν ἐλάχομεν, οὐκ ἴσην δὲ ἅπαντες γνῶσιν ἐλάβομεν ("Ἑκάστῳ γὰρ δίδοται, φησὶν, ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον, καὶ ἄλλῳ μὲν δίδοται διὰ τοῦ Πνεύματος λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι·" καὶ τὰ ἑξῆς δὲ ὡσαύτως κατὰ διαίρεσιν ἅπαντα διανέμεται)· οὐδὲν ἀπεικὸς οἶμαι ποιεῖν, εἰ τοῖς ἀγνοοῦσι τὰ θεῖα τού των συγγράμματα ἔγγραφον παραδῴην διδασκα λίαν, παιδόθεν μὲν αὐτοῖς ἐντραφεὶς, παρὰ πολλῶν δὲ συγγραφέων εὐσεβῶν σμικράν τινα γνῶσιν ἐρανι σάμενος· καὶ γὰρ ὁ θεῖος παρακελεύεται νόμος, ἃ παρὰ τῶν πατέρων μεμαθήκαμεν, τοὺς ἐγγόνους διδάσκειν. "∆ιδάξεις γὰρ αὐτὰ, φησὶ, τοὺς υἱούς σου, καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου·" οὗ χάριν καὶ ὁ μέγας διδάσκαλος ∆αβὶδ, "Προσέχετε, λαός μου, φησὶ, τὸν νόμον μου, κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ' ἀρχῆς." Εἶτα δεικνὺς πόθεν ταῦτα μεμάθηκεν, "Ὅσα ἠκούσαμεν, φησὶ, καὶ ἔγνωμεν αὐτὰ, καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν, οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν, εἰς γενεὰν ἑτέραν." Καὶ τῆς γνώσεως τὴν αἰτίαν διδάσκων, "Νόμον γὰρ, φησὶν, ἔθετο ἐν Ἰσραήλ· ὅσα ἐνετείλατο τοῖς πατρά σιν ἡμῶν, τοῦ γνωρίσαι αὐτὰ τοῖς υἱοῖς αὐτῶν, ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, υἱοὶ τεχθησόμενοι· καὶ ἀναστήσονται, καὶ ἀναγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὑτῶν." Καὶ τὴν ἐκ τῆς διδασκαλίας ὠφέλειαν δεικνὺς ἐπάγει· "Ἵνα θῶνται ἐπὶ τὸν Θεὸν τὴν ἐλπίδα αὑτῶν, καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ Θεοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσωσι." Ταύ την τοίνυν τὴν διδασκαλίαν παρὰ τῶν πατέρων δεχό μενοι, χρέος δίκαιον τοῖς μεθ' ὑμᾶς γενομένοις τε καὶ ἐσομένοις ὀφείλομεν, καὶ προσήκει τούτου τὴν ἔκτισιν εὐγνωμόνως ποιήσασθαι. Οὐ μόνον δὲ ἡμᾶς ὁ θεῖος διεγείρει νόμος, ἀλλὰ καὶ πολλοὶ τῶν ἐπισή μων συνήθων, θερμῶς ἡμᾶς λιπαρήσαντες, θαῤ ῥῆσαι τὸν ἀγῶνα τοῦτον ἠνάγκασαν. Φέρε τοίνυν, τοῦ θειοτάτου ∆ανιὴλ τὴν προφητείαν, ὡς ἔνι μάλι στα, σαφῆ τοῖς ἀγνοοῦσι ποιήσωμεν. Ἴσως δὲ, οὐδὲ τοῖς γνώσεως ἠξιωμένοις ἄχρηστος οὗτος ὁ πόνος γενήσεται· ἢ γὰρ πλείονα εὑρήσουσιν ὧν νενομίκα σιν, ἢ τὰ αὑτῶν ἐν τοῖς ἡμετέροις εὑρίσκοντες, βεβαιώσουσι τῇ κοινωνίᾳ τὸ ὑπὸ σφῶν αὐτῶν θηρευ θέν· φιλεῖ γάρ πως ἡ τῶν πλειόνων συγκατάθεσις κρατύνειν τὰ νοηθέντα. Τοῦτον δὲ τὸν προφήτην ἐπὶ τοῦ παρόντος ἑρμηνεύειν πειρώμεθα, οὐχ ὡς τῶν ἄλλων καταφρονοῦντες, μὴ γένοιτο· ἅπαντας γὰρ ἴσμεν τοῦ θείου Πνεύματος ὄργανα· ἀλλὰ πρῶτον 81.1260 μὲν, ὅτι τούτου τὴν ἑρμηνείαν ἡμᾶς οἱ συνήθεις ἐπήγγειλαν, καὶ προσῆκον ἡγούμεθα ἣν ᾐτή θημεν χάριν, ταύτην δοῦναι τοῖς ᾐτηκόσιν. Ἔπειτα δὲ ἡμᾶς ἡ Ἰουδαίων ἄνοιά τε καὶ ἀναίδεια παρασκευάζει τοὺς μὲν ἄλλους ἐν τῷ παρόντι κατα λιπεῖν, τὰς δὲ τούτου προῤῥήσεις γυμνοῦν, καὶ δήλας ποιεῖν· εἰς γὰρ τοσαύτην ἀναισχυντίαν ἤλασαν, ὡς καὶ τοῦ χοροῦ τῶν προφητῶν τοῦτον ἀποσχοινίζειν, καὶ αὐτῆς αὐτὸν τῆς προφητικῆς προσηγορίας ἀποστερεῖν. Ἔστι δὲ αὐτῶν ἀναιδὲς μὲν, οὐκ ἀπὸ σκοποῦ δὲ τὸ τέχνασμα· ἐπειδὴ γὰρ τῶν ἄλλων ἁπάντων πολλῷ σαφέστερον τὴν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν