1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

1

Interpretatio in Ezechielem

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΦΗΤΕΙΑΣ ΤΟΥ ΘΕΙΟΥ ΙΕΖΕΚΙΗΛ.

ΥΠΟΘΕΣΙΣ.

Οἱ μὲν τοῦ σώματος ὀφθαλμοὶ, σχημάτων καὶ χρωμάτων ἐδημιουργήθησαν δικασταί· καὶ δικά ζουσιν ὑγιαίνοντες μὲν, ὀρθῶς καὶ μάλα δικαίως· ἀσθενῶς δὲ διατεθέντες, ἁμαρτάνουσι τοῦ προσήκον τος, καὶ σφόδρα τῷ δικαίῳ λυμαίνονται· ἢ γὰρ παν τελῶς οὐχ ὁρῶσιν, ἢ ἕτερα βλέποντες ἀνθ' ἑτέρων, οὐ διακρίνουσι δικαίως τῶν ὁρωμένων τὴν φύσιν. Τὸ δὲ τῆς ψυχῆς ὀπτικὸν, χορηγεῖ μὲν καὶ τούτοις ταύ την αὐτὴν τὴν ἐνέργειαν· ἐδέξατο δὲ καὶ ἑτέραν παρὰ τοῦ δημιουργήσαντος δύναμιν, δι' ἧς οὐ μόνον σχημάτων, καὶ χρωμάτων, καὶ ἀτμῶν, καὶ γεύσεων, καὶ τῶν ἄλλων τῶν τοιούτων τὰς ποιότητας διακρί νει, ἀλλὰ καὶ λόγοις δικάζει, ἀλλὰ καὶ λογισμοῖς, καὶ τούτων τοὺς δυσσεβεῖς ἀπὸ τῶν εὐσεβῶν διακρί νει, καὶ θείων καὶ ἀνθρωπίνων γινώσκει διαφορὰν, καὶ ἁπαξαπλῶς κατὰ τὸν σοφὸν Σολομῶντα νοεῖ παρα βολὴν, καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. Ἀλλὰ τούτων ἕκαστον διακρίνει, εὖ δια κείμενον, καὶ ἀπιστίας ἀπηλλαγμένον· ἀχλύος δὲ τοιαύτης ἐπιπροσθούσης ταυτὸν ὑπομένει τοῖς τοῦ σώματος ὀφθαλμοῖς, καὶ ἕτερα ἀνθ' ἑτέρων ὁρᾷ, ἢ παντελῶς οὐχ ὁρᾷ, τοῦ πάθους ἐπικρατήσαντος. Ταύτῃ περιπεσόντες τῇ νόσῳ τινὲς τῆς θείας Γραφῆς κατ ηγορεῖν ἐπεχείρησαν, διαφερόντως δὲ τῶν προφητι κῶν θεσπισμάτων, ὡς ἀσαφείᾳ κεκαλυμμένων. Πρὸς οὓς ἂν εἰκότως ὁ θεσπέσιος εἴποι Παῦλος· "Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ Εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολ λυμένοις ἐστὶ κεκαλυμμμένον· σοφίαν γὰρ λαλοῦ μεν ἐν τοῖς τελείοις." Συμφωνεῖ δὲ τούτοις καὶ τὰ ὑπὸ 81.809 τοῦ ∆εσπότου καὶ Σωτῆρος ἡμῶν πρὸς τοὺς ἁγίους ἀποστόλους εἰρημένα· "Ὑμῖν δέδοται γνῶναι τὰ μυ στήρια τῆς βασιλείας, ἐκείνοις δὲ οὐ δέδοται·" καὶ τὴν αἰτίαν διδάσκων εὐθὺς ἐπάγει, ὅτι "Βλέ ποντες οὐ βλέπουσι, καὶ ἀκούοντες οὐ συνιοῦσιν." Αὐτοὶ γὰρ, φησὶν, ἑκόντες ἐπισπῶνται τῆς ἀγνοίας τὸ νέφος· ἐὰν γὰρ ἐπιστρέψωσι πρὸς Κύριον, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, περιαιρεῖται τὸ κάλυμμα. Οὐ τοίνυν πᾶσίν ἐστιν ἀσαφῆ τὰ θεῖα, ἀλλὰ τοῖς ἐθε λουσίως τυφλώττουσιν· οὓς ἐχρῆν σκοπῆσαι, καὶ συνιδεῖν, ὅτι τῶν τιμίων οὐδὲν πρόχειρον τοῖς ἀνθρώ ποις. Τὸν μὲν γὰρ μαργαρίτην ὁ θαλάσσιος κατα κρύπτει βυθὸς, ὡσαύτως δὲ καὶ τῆς βασιλικῆς ἁλουρ γίδος τὸ ἄνθος· αἱ δὲ χρυσίτιδες καὶ ἀργυρίτιδες φλέβες οὐκ ἐπιπολάζουσι τῇ γῇ, ἀλλ' ὑπὸ τῶν ταύτης συγκαλύ πτονται κόλπων· καὶ ἐν ταῖς οἰκίαις δὲ τὰ τιμιώτερα τῶν χρημάτων ἔνδον ἐν ταμείοις φυλάττομεν, δεσμὰ, καὶ κλεῖθρα, καὶ σήμαντρα ταῖς θύραις περιτιθέντες· καὶ τῶν βουλευμάτων τὰ σπουδαιότερα τοῖς γνησιω τέροις τῶν φίλων, ἀλλ' οὐ πᾶσιν ἁπλῶς ἐκφαίνειν εἰώθαμεν. Τούτων δὲ πάντων τῶν εἰρημένων τὰ θεῖα σεβασμιώτερα, καὶ τοσούτῳ κρείττονα, ὅσῳ τῶν ὁρατῶν τὰ ἀόρατα, καὶ τὰ νοητὰ τῶν αἰσθητῶν, καὶ τῶν ῥεόντων τὰ μένοντα. Πλείονος τοίνυν προσήκει ταῦτα φυλακῆς ἀξιοῦσθαι, καὶ ∆εσποτικῶς εἰπεῖν, μὴ ῥίπτεσθαι τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοί ρων· καὶ γὰρ εὐκαταφρόνητος τῷ ὄντι τῶν προχεί ρων ἡ κτῆσις· τὰ δὲ σὺν πόνῳ κτώμενα τριπόθητα, καὶ λίαν ἐράσμια. Πρὸς δὲ τούτοις καὶ ἕτερον δεῖ προσθεῖναι τοῖς εἰρημένοις, ὅτι τῶν θείων προφητῶν οἱ χρησμοὶ κατηγορίαν μὲν ἔχουσι τῆς Ἰουδαίων παρανομίας, ἀγαθῶν δὲ τοῖς ἔθνεσιν ἐπαγγελίαν προσφέρουσι· καὶ ἀναγκαίως ἔδει συνεσκιᾶσθαι τὴν προφητείαν, ἵνα μὴ τῷ φθόνῳ συνήθως δουλεύοντες Ἰουδαῖοι, καὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς ἐπιβουλεύειν τολμῶντες, τὰς ταῦτα σημαινούσας ἀφανίσωσι βί βλους. Ὅτι δὲ καὶ τοῦτο τῆς δοκούσης αἴτιον ἀσα