1

 2

 3

 4

1

Epithalamium fortunatissimis caesaris filiis

Επιθάλαμος τοῖς τοῦ εὐτυχεστάτου καίσαρος υἱοῖς

Ἐδέησε καὶ τριχῶν αἰγείων τῇ πάλαι σκηνοπηγίᾳ, καῖσαρ σοφέ. Ἄλλοι μὲν γὰρ ἄλλοις τῶν ὀνομάτων τοὺς ἑαυτῶν γνωριζέτωσαν καίσαρας, καὶ οὓς μὲν τοῖς Ἰουλίοις, οὓς δὲ τοῖς Αὐγούστοις, καὶ ἄλλους ἄλλοις ἀποσαφείτωσαν· ἐγὼ δὲ τὸν ἐμὸν θεσπέσιον καίσαρα μυρίοις καὶ ἄλλοις ἀποσεμνύνειν ἔχων ὀνόμασι, μὴ τοῦ καλλίστου τούτου καὶ οἰκειοτάτου ἀλλοτριώσαιμι, τοῦ σοφοῦ. ∆εήσαις, οἶμαι, καὶ τῆς ἐμῆς τοῦ λόγου συνεισφορᾶς τῇ τῆς ἱεροῦ σου τῶν υἱῶν συνωρίδος γαμηλίῳ παστοπηγίᾳ, ἀλλ' ἐκεῖ μὲν συνετέλουν τι καὶ αἱ τρίχες καὶ κόσμος ἦσαν οὐκ ἀγεννὴς τῷ δημιουργήματι, ἐνταῦθα δὲ οὔτε συντελείας ἕνεκα ἡ συνεισφορά, οὔτε κόσμου τῶν ἐφ' οἷς συνεισφέρεται. Τίς μὲν γὰρ τοῖς αὐτοκόσμοις κόσμος γένοιτο καὶ αὐτοκάλοις; Τίς δὲ τοῖς ἀνενδεέσι συντέλεια; Ἀλλ' εἰς ἔνδειξιν τῆς τῶν συνεισφερόντων εὐνοίας. Εἰ δὲ μὴ κατὰ τὴν κυρίαν τῆς τελετῆς ἀπηντήκοιμεν, ἀλλ' ὑπερή μερος ἡμῖν ἡ συνεισφορά, θαυμάζειν οὐ χρή· οὐδὲ γὰρ ὑπ' ἀγνωμοσύνης τὴν τελετὴν κατεσιωπήσαμεν (ἢ τίσιν ἄλλοις, εἰ μὴ τοῖς κοινῇ τε πάν 343 των καὶ ἡμῶν αὐτῶν ἰδίᾳ δεσπόταις καὶ εὐεργέταις, εὐγνωμονοίημεν;), οὐδὲ τῷ νομίζειν ἄλλον μὲν γάμοις, λογογραφίαις δὲ ἄλλον ἀπονενεμῆσθαι καιρὸν παρὰ σοί, ὃς παντὶ μὲν ἄλλῳ καιρὸν εἶναι τίθης ἁρμοδιώτατον, Σολομῶντι πειθόμενος, ὁ σοφὸς τῷ σοφῷ, λόγῳ δὲ μόνῳ τὸν ἅπαντα, ὡς μηδὲ ἀντιμέτωπος ἱστάμενος τοῖς ἐχθροῖς καὶ τὸν ἀέρα πνέων τῶν Ἑρμαϊκῶν χαρίτων ὑπερορᾶν. Ἀλλὰ πρῶτα μὲν τὴν εὐαγγελικὴν ὑπεστελλόμην παραβολὴν καὶ φόβος μέ τις ἐντεῦθεν ὑπέτρεχεν οὐκ ἀνεύλογος μή που συμβῇ μου τὸν λόγον, ὀκνῶ γὰρ εἰπεῖν καὶ τὸν τοῦ λόγου πατέρα, διὰ τὸ μὴ κατὰ γάμον ἐστάλθαι πολυτελῶς, χεῖρας δεθέντα καὶ πόδας, ἅστινάς ποτε χεῖρας οἰητέον εἶναι λόγου καὶ πόδας, ἔξω ῥιφῆναι τῆς πανηγύρεως.

Ἔπειτα, οὐδὲ γὰρ ἀποκρύψω τὸ πάθος, καὶ τῷ μεγέθει τῆς ἡδονῆς ὑφῃρούμην λάθρᾳ τοῦ λόγου τὴν δύναμιν· φιλεῖ δὲ πάντως ὥσπερ λύπη βαθεῖα, οὕτως ἀμέλει καὶ ἡδονὴ ψυχὴν ἀνθρωπίνην περιχυθεῖσα ταῖς ἐν αὐτῇ λογικαῖς ἐπηρεάζειν δυνάμεσι. Ταῦτά μοι τῆς ὑπερημερίας τὰ αἴτια· τούτοις ἐγὼ τὸν ἄχρι νῦν ἐσίγησα χρόνον, καίτοι οὐδὲ οὕτω πάνυ ἔξωρος ἥκω τῇ πανηγύρει. Καθάπερ γὰρ ἐπὶ τοῦ αἰσθητοῦ ἡλίου εἰσὶ μὲν αἳ τῶν ἀκτίνων, ἀνατέλλειν μέλλοντος αὐτοῦ, προεξάλλονται καὶ τῶν ὀρῶν ὑπερφαίνονται καὶ οἷον προαγγέλλουσι τὸν ἀνατελούμενον καί, καταδυομένου πάλιν, οὐχ ἅμα πᾶσαι συγκαταδύονται, ἀλλ' ἔστιν ὅσαι καὶ ὑπὲρ γῆς ὑπολείπονται, οὕτω καὶ ἐπὶ τῶν βασιλικῶν τουτωνὶ πανηγύρεων, εἰσὶ μὲν καὶ προπανηγύρεις τινὲς καὶ προτελεστίαι καὶ τῶν ἑορτῶν ὥσπερ εἰ πεῖν προεξάλματα, εἰσὶ δὲ ὅμως τούτων καὶ ὑπολείμματα, ὧν οὐ πάνυ πόρρω καὶ ὁ ἡμέτερος ἀπήντηκε λόγος, καὶ ἀπαντήσας τί ποτ' ἄρα καὶ χρήσαιτο ἑαυτῷ ἀμφαγνοεῖ καὶ διαπορεῖται πότερα τὸν γάμον αὐτὸν ἀρχαιολογήσας ὑμνήσεται ἢ πολὺ πρότερον τοὺς νυμφίους πρὸ τοῦ γάμου προσείπῃ. Καὶ ἄμεινόν γε κρίνει τὸ δεύτερον· τὸ μὲν γὰρ καὶ μείζονος ἢ κατὰ τὸ παρὸν πραγματείας καὶ ἄλλως οὐκ ἀναγκαῖον πρᾶγμα συνιστᾶν πειρᾶσθαι τὸν γάμον καὶ φύσει καὶ νόμῳ καὶ χρόνῳ κεκυρωμένον· τὸ δὲ καὶ τοῦτο μὲν ὑψηλότερον ἢ κατὰ τὸν ἡμέτερον λόγον· ἀναγκαῖον δὲ ὅμως καὶ τῆς ὅλης ὡς εἰπεῖν ἑορτῆς τὸ κεφάλαιον. Προσφωνῶ σε τοίνυν, ζεῦγος ἱερόν μοι καὶ τίμιον νυμφίων ἅμα καὶ ἀδελφῶν, ζεῦγος ὑπ' ἐνὶ μὲν προϋπεζευγμένον ζυγῷ τῷ τῆς ἀδελφότητος345, ὑπὸ δυσὶ δὲ ἄρτι τοῖς γαμηλίοις