1
De Creta capta
PRAEFATIO AD NICEPHORVM PHOCAM
Ταῦτά μοι, ὦ μαγίστρων ἥλιε καὶ Ῥώμης ἐκδικητά, πεπόνηται μὲν πρὸ καιροῦ περὶ Κρήτης, οὐ δέδοται δέ· τὸ μὲν ἵνα μὴ χρόνοις τὰ σὰ τῶν τροπαίων λήθῃ παραδοθῇ κατορθώματαἃ γὰρ ἀνδρεία ποιεῖ ἀμαυροῖ χρόνος, εἰ μὴ λόγος προφθάσας ἐν βίβλοις τισὶν ἐναπόθηται, οὐ δέδοται δὲ φόβῳ καὶ συστολῇ καὶ τῷ πολλὰ ἐναπολειφθῆναι καὶ ἡττηθῆναι τοῖς σοῖς κατορθώμασι. ∆έξαι οὖν, εἰ καὶ τῆς ἀξίας εἰσὶν ἐνδεᾶ, Θεοδοσίου ψελλίσματα καὶ περὶ τῆς τοῦ Χάλεπε γράφειν ἐπίτρεψον καταστροφῆς καὶ ἁλώσεως· οὕτω γὰρ προθυμότερος γεγονὼς τῶν σῶν κατορθωμάτων, ὡς ἐξόν, γενήσομαι συγγραφεύς. Ἀχιλλεὺς γὰρ καὶ ὁ Μακεδόνων Ἀλέξανδρος καὶ οἱ μετ' αὐτοὺς στρατηγήσαντες ἄριστα πολὺ τὸ κλέος τῇ συγγραφῇ καὶ μέχρι τοῦ νῦν ἀπηνέγκαντο· καὶ ὁ μὲν Ὁμήρῳ, οἱ δέ γε Πλουτάρχῳ καὶ ἄλλοις μέχρι τοῦ νῦν ᾄδονται καὶ φημίζονται. Ὡς ἐν προσώπῳ γοῦν ἡ μὲν ἀρχὴ τῶν ἰάμβων δοκεῖ πρὸς τὸν πάλαι βασιλέα ἡμῶν, τὸ δὲ τῶν ἐπαίνων κεφάλαιον πρὸς τίνα, εἴσῃ εὐθύς. ΑΛΩΣΙΣ ΚΡΗΤΗΣ ΠΟΝΗΘΕΙΣΑ ΠΑΡΑ ΘΕΟ∆ΟΣΙΟΥ ∆ΙΑΚΟΝΟΥ ΤΑΠΕΙΝΟΥ
ΤΩΙ ΦΙΛΑΝΘΡΩΠΩΙ ΚΑΙ ΚΡΑΤΑΙΩΙ ΒΑΣΙΛΕΙΡΩΜΑΝΩΙ
Αʹ Ῥώμη παλαιά, μὴ φθόνει τὸν δεσπότην τοὺς σοὺς στρατηγοὺς προσβαλοῦσα τῇ νέᾳ· κενῇ γὰρ ὁρμῇ καὶ μάτην ὁ Σκηπίων τὸν πλοῦτον ἐσκύλευσε τῆς δόξης ὅλον· ἰσχὺς γὰρ ἦν τίς ἢ κράτος Καρχηδόνος, ὅταν παρεστὼς μυριοξίφῳ μάχῃ τὰς συμφορὰς ἔπεμπε τῇ πορθουμένῃ; τίς ἦν ὁ Σύλλας, ὁ θρασὺς στρατηγέτης, ὁ τῶν Ἀθηνῶν τὴ κεκαυμένην πόλιν βαλών, ἀπ' αὐτῆς τῆς σφαγῆς ἡττημένην; τίς ἦν ὁ Καῖσαρ, ὁ στρατευμάτων τρέχων ἐν ταῖς ἀφύρτοις συμπλοκαῖς καθημέραν; τίς ἦν ἐκεῖνος ὁ κρατηθεὶς ἐν στόλῳ καὶ τοὺς κρατοῦντας ἀνταναλώσας ξύλῳ; οὐκ ἦν στρατηγὸς ἄλλος ὡς ὁ δεσπότης, κἂν πλουτολεκτῶν ἐκδραμὼν ὁ Πομπίος ὡς ζῶν παραστῇ ταῖς μάχαις ὡπλισμένος καὶ δῷ τὰ λαμπρὰ τῆς τύχης διπλᾶ στέφη. Σὺ δὲ κτυπῶν, Ὅμηρε, κομπώδεις κτύπους, ὑψῶν τὰ μικρά, δεῦρο, μὴ κλέπτων λόγοις, λάλει πρὸς ἡμᾶς ἡσύχως μετ' αἰσχύνης. πορθήσεως γὰρ τῆς δεκαχρόνου κλόνος μικρὸς παρ' ἡμῖν ἄρτι καὶ πλήρης ψόγων· τῆς Ἰλίου γὰρ τοὺς προπυργίους δόμους ἐκ τῶν ἀπ' αὐτῆς λειψάνων ἐγνωκότες εἰς θαῦμα καὶ γέλωτα συμπεπτωκότες, πῇ μὲν γελῶμεν τῇ πλοκῇ τῶν ψευσμάτων, πῇ δ' αὖ κροτοῦμεν τῇ στροφῇ τῶν ῥημάτων. ἀλλ', ὦ στρατηγῶν ὁ κρατήρ, ὁ μιγνύων πράξεις ταπεινὰς εἰς ἐπηρμένους λόγους, δίκασον αὐτὸς καὶ προσωποληψίαν ἀφεὶς παλαιὰν ὡς ζυγὸς γενοῦ στάθμης. τοῦ δεσπότου δὲ καὶ θανὼν κρότει λόγοις τὰς παντοπόμπους καὶ σοφὰς στρατηγίας· μικρὸς γὰρ ἡμῖν ὁ στρατὸς τῆς Ἑλλάδος, μικραὶ φάλαγγες, ἀσθενεῖς στρατηγέται, Αἴας, Ἀχιλλεύς, Ὀδυσσεύς, ∆ιομήδης,οἷς δόξα πολλὴ καὶ θεῶν ψευδωνύμων ἡ συντριβὴ φέρουσα τὰς ὁμιλίας κακῶς κατεσπάραττεν ἐκ τῶν ἐλπίδων. ἀλλ', εἰ δοκεῖ σοι τῆς ἀληθείας τρίβους καλῶς βαδίζειν ἢ κακῶς παρατρέχειν, ἐνταῦθα παῦε τῶν φόνων τῆς Ἰλίου, Κρήτης τραγῳδῶν τὰς ῥοὰς τῶν αἱμάτων.
Ἐπεὶ γὰρ ἧκεν ὁ στρατὸς τοῦ δεσπότου, πολλαῖς ταχείαις ὁλκάσιν πεφραγμένος, ἡ γῆ μὲν ἐστέναζεν ἡ τῶν βαρβάρων καὶ γειτονοῦσαν τὴν ὑγρὰν ἀπεστράφη. ὁ δὲ στρατηγὸς ὁ σταλεὶς Νικηφόρος, εἰδὼς ἑαυτὸν τῆς μάχης πρωτεργάτην, ἔστησε τὰς φάλαγγας ἐγξίφους ὅλας, ἔστησε τάξεις οὐλαμοὺς