1

 2

 3

 4

 5

 6

1

In Gordium martyrem

ΟΜΙΛΙΑ ΙΗʹ. Εἰς Γόρδιον τὸν μάρτυρα.

Νόμος ἐστὶ φύσεως ταῖς μελίσσαις μὴ ἀπαίρειν τῶν σίμβλων πρὶν ἂν ὁ βασιλεὺς αὐτῶν τῆς πτήσεως ἀφηγήσηται. Ἐπεὶ οὖν καὶ τὸν λαὸν Κυρίου εἶδον νῦν πρῶτον ἐπὶ τὰ οὐράνια ἄνθη, τοὺς μάρ τυρας, ἐξιόντα, ζητῶ τὸν ἡγεμόνα. Τίς ὁ κινήσας τὸν πολὺν τοῦτον ἐσμόν; τίς ὁ τὴν χειμερινὴν κατ ήφειαν εἰς ἐαρινὴν φαιδρότητα μεταστήσας; Νῦν γὰρ δὴ πρῶτον ὁ λαὸς, οἱονεὶ σίμβλων τινῶν, τῆς πόλεως προχυθέντες, τὸν προπόλεον κόσμον, τὸ σεμνὸν τοῦτο καὶ πάγκαλον τῶν μαρτύρων στάδιον, πανδημεὶ κατειλήφασιν. Ἐπεὶ οὖν καὶ ἡμᾶς ἀνα στῆσαν ἤγαγε τὸ θαῦμα τοῦ μάρτυρος, ἐκλαθομέ νους τῆς ἀσθενείας, δεῦρο δὴ καὶ αὐτοὶ τῇ κατὰ δύναμιν φωνῇ, οἷόν τινι ἄνθει τῶν τοῦ ἀνδρὸς ἔργων περιβομβήσωμεν, ὅσιά τε ποιοῦντες καὶ τοῖς παρ οῦσιν ἅμα κεχαρισμένα· Ἐγκωμιαζομένου γὰρ δικαίου, εὐφρανθήσονται λαοὶ, ὁ σοφὸς ἡμῖν ἀρ τίως ἔλεγε Σολομών. Καίτοιγε ἠπόρουν κατ' ἐμαυ τὸν, τί ποτε ἄρα βούλεται τῷ παροιμιαστῇ τὸ αἴ νιγμα. Ἆρα, ὅτι, ῥήτορός τινος ἢ λογογράφου δεινοῦ συνθέντος λόγον πρὸς τὴν τῶν ἀκουόντων ἔκπληξιν, ἤχῳ τινὶ κεκομψευμένῳ κατακτυποῦντι τὰς ἀκοὰς, εὐφραίνονται οἱ λαοὶ, τήν τε εὕρεσιν τῶν νοημάτων, καὶ τὴν διάθεσιν, καὶ τὸ τῆς λέξεως πομπικὸν καὶ 31.492 πρὸς ἁρμονίαν κεκροτημένον ἀποδεχόμενοι; Ἢ τοῦ το μὲν οὐκ ἂν εἶπέ ποτε ὁ μηδαμοῦ τῷ τοιούτῳ εἴδει τῶν λόγων χρησάμενος· οὐδ' ἂν προέτρεψεν ἡμᾶς πανηγυρικῶς ἐμπομπεύειν τοῖς ἐγκωμίοις τῶν μακαρίων ὁ τὸ πεζὸν τῆς λέξεως καὶ τὸ τῆς φωνῆς ἀκατάσκευον πανταχοῦ προτιμήσας.

Τί οὖν ἐστιν, ὅ φησιν; Ὅτι εὐφραίνονται λαοὶ εὐφροσύνην πνευμα τικὴν ἐπὶ μόνῃ τῇ ὑπομνήσει τῶν τοῖς δικαίοις κατ ωρθωμένων, εἰς ζῆλον καὶ μίμησιν τῶν ἀγαθῶν, ἀφ' ὧν ἀκούουσιν, ἐναγόμενοι. Ἡ γὰρ τῶν εὐπολι τεύτων ἀνδρῶν ἱστορία οἷόν τι φῶς τοῖς σωζομένοις πρὸς τὴν τοῦ βίου ὁδὸν ἐμποιεῖ. ∆ιότι ὁμοῦ τε ἠκού σαμεν διηγουμένου τοῦ Πνεύματος τὸν Μωϋσέως βίον, καὶ εὐθὺς ἡμᾶς ζῆλος εἰσῆλθε τῆς ἀρετῆς τοῦ ἀνδρὸς, καὶ τὸ πρᾶον τοῦ τρόπου ζηλωτὸν ἑκάστῳ καὶ μα καριστὸν κατεφάνη. Τοῖς μὲν γὰρ ἄλλοις ἀνθρώποις ἐκ τῆς τῶν λόγων αὐξήσεως συνίσταται τὰ ἐγκώμια· τοῖς δικαίοις δὲ ἀρκεῖ τῶν πεπραγμένων αὐτοῖς ἡ ἀλήθεια πρὸς τὸ δεῖξαι αὐτῶν τὸ ὑπερβάλλον τῆς ἀρετῆς. Ὥστε, ὅταν διηγώμεθα τοὺς βίους τῶν δια πρεψάντων ἐν εὐσεβείᾳ, δοξάζομεν πρῶτον τὸν ∆ε σπότην διὰ τῶν δούλων· ἐγκωμιάζομεν δὲ τοὺς δι καίους διὰ τῆς μαρτυρίας ὧν ἴσμεν, εὐφραίνομεν δὲ τοὺς λαοὺς διὰ τῆς ἀκοῆς τῶν καλῶν. Προτροπὴ γὰρ πρὸς σωφροσύνην ὁ βίος τοῦ Ἰωσὴφ, καὶ πρὸς ἀνδρίαν παράκλησις τὰ τοῦ Σαμψὼν διηγήματα. Οὐκ οἶδεν οὖν ἐγκωμίων νόμον τὸ θεῖον διδασκα λεῖον, ἀλλὰ τὴν μαρτυρίαν τῶν πεπραγμένων ἀντ' ἐγκωμίων λογίζεται, ὡς καὶ τοῖς ἁγίοις ἐξαρ κοῦσαν πρὸς ἔπαινον, καὶ τοῖς ὡρμημένοις πρὸς ἀρετὴν αὐτάρκη οὖσαν εἰς ὠφέλειαν. Ἐγκωμίων μὲν γὰρ νόμος πατρίδα διερευνᾶσθαι, καὶ γένος ἀναζητεῖν, καὶ ἀγωγὴν διηγεῖσθαι· ὁ δὲ ἡμέτερος νόμος, τοὺς τῶν γειτόνων λόγους κατασιγάσας, ἀπὸ τῶν ἰδίων ἑκάστου τὴν μαρτυρίαν πληροῖ. Τί γὰρ ἐγὼ παρὰ τοῦτο σεμνότερος, εἰ ἡ πόλις ποτὲ χαλε ποὺς καὶ μεγάλους ἀγῶνας διενεγκοῦσα, λαμπρὰ κατὰ τῶν πολεμίων ἀνέστησε τρόπαια; τί δὲ, εἰ θέσεως εὐκαίρως ἔχει, ὡς πρὸς χειμῶνά τε εἶναι καὶ θέρος ἐπιτηδείαν; Εἰ δὲ καὶ ἡ αὐτὴ ἀνδρῶν τέ ἐστιν εὔφορος, καὶ βοσκήματα τρέφειν αὐτάρκης, τί μοι ἐκ τούτων ὄφελος; Ἀλλὰ καὶ ταῖς τῶν ἵππων ἀγέλαις τῆς ὑφ' ἡλίῳ κρατεῖ. Τί οὖν ἡμᾶς δύναται