1

 2

 3

1

Sermo 10 (praevia institutio ascetica)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑ∆ΟΚΙΑΣ ΑΣΚΗΤΙΚΑ

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ, Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας, ΑΣΚΗΤΙΚΗ ΠΡΟ∆ΙΑΤΥΠΩΣΙΣ.

Καλὰ μὲν τοῦ βασιλέως τὰ πρὸς τοὺς ὑπηκόους νομοθετήματα· μείζονα δὲ

καὶ βασιλικώτερα τὰ πρὸς στρατιώτας παραγγέλματα. Ἅτε οὖν στρατιωτικῶν παραγγελμάτων κηρυσσομένων, προσεχέτω ὁ τῆς ἄνω καὶ μεγάλης ἀξίας ἐπιθυμῶν, ὁ Χριστοῦ διὰ παντὸς παραστάτης εἶναι βουλόμενος, ὁ τῆς μεγάλης ἐκείνης ἀκούων φωνῆς· Ἐάν τις ἐμοὶ διακονῇ, ἐμοὶ ἀκολουθείτω. Καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ διάκονος ὁ ἐμὸς ἔστω. Ποῦ Χριστὸς ὁ βασιλεύς; Ἐν οὐρανῷ δηλαδή. Ἐνταῦθά σε ποεῖσθαι τὸν δρόμον, στρατιῶτα, προσήκει. Ἐπιλάθου τῆς κατὰ γῆν ἀναπαύσεως πά σης. Οὐδεὶς στρατιώτης οἰκίαν κατασκευάζει, οὐδὲ κτήσεις ἀγρῶν περιβάλλεται, οὐδὲ ἐμπορίαις ποικί λαις χρημάτων ποριστικαῖς ἐγκαταμίγνυται. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Τροφὰς στρατιώτης ἔχει βασιλικάς· οὐ δεῖ πορίζειν ἑαυτῷ τροφὰς, οὐδὲ περὶ τοῦτο ἀσχολεῖσθαι. Οἶκος ἀνέῳγεν αὐτῷ πανταχῆ παρὰ τοῖς ὑπηκόοις ἐκ βασιλέως προσ τάγματος. Οὐ δεῖ περὶ οἰκίας αὐτῷ διαπονεῖσθαι· ἐπὶ πλατείαις ἡ σκηνὴ, καὶ πρὸς ἀνάγκην ἡ τροφὴ, καὶ ποτὸν ὕδωρ, καὶ ὑπνοῦν τοσοῦτον, ὅσον ἡ φύσις 31.621 δέδωκεν.

Ὁδοιπορίαι δὲ καὶ ἀγρυπνίαι πολλαί· καρ τερίαι πρὸς καύματα, πρὸς ψῦχος· ἀγῶνες πρὸς ἐναντίους· κίνδυνοι μέχρι τῶν ἐσχάτων· θάνατος, ἂν τύχῃ, πολλάκις· ἀλλὰ θάνατος ἔνδοξος, τιμαί τε, καὶ δῶρα βασιλικά. Ἐπίπονος ἐν πολέμοις ὁ βίος, λαμ πρὸς ἐν εἰρήνῃ. Γέρας ἀριστείας, καὶ στέφανος καλῶς βεβιωκότι ἐν κατορθώμασιν, ἀρχὴν ἐγχειρισθῆναι, φίλον βασιλέως κληθῆναι, παραστῆναι πλησίον, δε ξιώσεως τυχεῖν, ἐκ χειρὸς βασιλέως τετιμῆσθαι, παρὰ τοῖς ὑπηκόοις προΐστασθαι, καὶ πρεσβεύειν ὑπὲρ τῶν ἔξωθεν φίλων, ὧν ἂν βούλωνται. Ἄγε δὴ, στρατιῶτα Χριστοῦ, μικρὰ ἐξ ἀνθρω πίνων πραγμάτων λαβὼν παραδείγματα, ἐνθύμησιν λάβε τῶν αἰωνίων ἀγαθῶν. Ἄοικός σοι καὶ ἄπολις καὶ ἀκτήμων προκείσθω βίος. Ἄνετος ἔσο, λελυ μένος ἀπὸ πασῶν κοσμικῶν φροντίδων· μή σε δε σμεύσῃ γυναικὸς ἐπιθυμία, μή σε φροντὶς παιδός. Ἀδύνατον γὰρ ἐν τῇ θείᾳ στρατείᾳ τοῦτο. Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ. Οὐ νικᾷ σε σώματος φύσις, οὐδὲ ἄγχει σε μὴ βουλόμενον· οὐ δεσμώτην ἀντ' ἐλευθέ ρου ποιεῖ. Οὐ ζήτει ἐν γῇ καταλιπεῖν παῖδας, ἀλλ' ἀναγαγεῖν εἰς τὸν οὐρανόν· οὐ σωματικοῖς προσ κολλᾶσθαι γάμοις, ἀλλὰ πνευματικῶν ὀρέγεσθαι, ἄρχειν ψυχῶν, καὶ παιδογονεῖν πνευματικῶς. Τὸν νυμφίον μιμοῦ τὸν οὐράνιον· καθαίρει πολεμίων ἀο ράτων ἐπαναστάσεις· ἀρχαῖς καὶ ἐξουσίαις πολέμει, ἐξελαύνων αὐτὰς πρῶτον μὲν τῆς ἑαυτοῦ ψυχῆς, ἵνα μηδένα κλῆρον ἔχωσιν ἐν σοὶ, ἔπειτα τῶν σοι προσ φευγόντων καί σε προβαλλομένων ἡγεμόνα καὶ πρό μαχον τῶν διὰ τοῦ σοῦ λόγου φυλαττομένων. Καθαί ρει λογισμοὺς ἐπανισταμένους τῇ πίστει τοῦ Χριστοῦ· πολέμει διὰ τοῦ λόγου τῆς εὐσεβείας πρὸς τὸν ἀσεβῆ καὶ πονηρὸν λογισμόν.

Λογισμοὺς γὰρ, φησὶ, καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Καὶ μάλιστα μὲν θάρ σει τῇ τοῦ μεγάλου βασιλέως χειρὶ, φοβούσῃ καὶ τροπουμένῃ τοὺς ὑπεναντίους, ἐπειδὰν μόνον φανῇ· ἐπὰν δὲ καὶ διὰ