Ad Calosyrium

 ἀλλοιοῦται 606 Χριστὸς, οὐδὲ τὸ ἅγιον αὐτοῦ σῶμα μεταβληθήσεται, ἀλλ' ἡ τῆς εὐλογίας δύναμις, καὶ ἡ ζωοποιὸς χάρις διηνεκής ἐστιν ἐν αὐτῷ. Περιέρχοντα

Ad Calosyrium

ΕΠΙΣΤΟΛΗ ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ πρὸς Καλοσίριον ἐπίσκοπον Ἀρσενοΐτην κατὰ τῶν λεγόντων

ἀνθρωπόμορφον εἶναι τὸ θεῖον.

ἈΦΙΚΟΜΕΝΟΙ τινες ἀπὸ τοῦ ὄρους τοῦ Καλαμῶνος, ἠρωτῶντο παρ' ἐμοῦ περὶ τῶν αὐτόθι μοναστῶν, τίνα τρόπον διατελοῦσιν, ἢ καὶ ὁποίαν ἔχουσι τοῦ βίου τὴν διαγωγήν. οἱ δὲ ἔφασκον εὐδοκιμεῖν μὲν ἐν ἀσκήσει πολλοὺς, καὶ σφόδρα βούλεσθαι τὸν μοναχοῖς πρέποντα κατορθῶσαι βίον· εἶναι δέ τινας τοὺς περιιόντας καὶ θορυβοῦντας ἐξ ἀμαθίας τοὺς ἐθέλοντας ἠρεμεῖν, εἶτα λογοποιεῖν αὐτοὺς διεβεβαιοῦντο τοιαῦτά τινα· ἔφασκον γάρ Ἐπειδὴ κατ' εἰκόνα Θεοῦ γενέσθαι τὸν ἄνθρωπον ἡ θεία λέγει γραφὴ, χρὴ πιστεύειν ὅτι ἢ ἀνθρωποειδὲς ἤγουν ἀνθρωπόμορφόν ἐστι τὸ θεῖον· ὅπερ ἐστὶ παντελῶς ἀσύνετον, καὶ τοῖς τῆς ἐσχάτης δυσσεβείας 604 ἐγκλήμασιν ὑπενεγκεῖν δυνάμενον τοὺς οὕτω φρονεῖν ἑλομένους. ἔστι μὲν γὰρ ὁμολογουμένως κατ' εἰκόνα Θεοῦ ὁ ἄνθρωπος, ἡ δὲ ὁμοιότης οὐ σωματική· ὁ γὰρ Θεός ἐστιν ἀσώματος. καὶ τοῦτο διδάξει λέγων αὐτὸς ὁ Σωτήρ "Πνεῦμα "ὁ Θεός." οὐκοῦν οὐκ ἐνσώματος, εἰ πνεῦμά ἐστιν, οὐδὲ ἐν εἴδει σωματικῷ. τὸ γὰρ ἔξω σώματος, ἔξω καὶ σχήματος εἴη ἄν. ἄποσον γὰρ καὶ ἀσχημάτιστόν ἐστι τὸ θεῖον. εἰ δὲ νομίζουσιν, ὅτι κατὰ τὴν τοῦ ἀνθρωπίνου σώματος φύσιν ἐσχηματίσθη καὶ αὐτὸς ὁ ἐπὶ πάντων Θεὸς, λεγέτωσαν εἰ καὶ αὐτὸς ἔχει πόδας ἵνα περιπατῇ, χεῖρας ἵνα δι' αὐτῶν ἐργάζηται, καὶ ὀφθαλμοὺς ἵνα βλέπῃ δι' αὐτῶν. ποῦ τοίνυν περιπατεῖ; ἢ ἐκ ποίων τόπων εἰς ποίους ἀπέρχεται ὁ τὰ πάντα πληρῶν; ἔφη γάρ "Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν "ἐγὼ πληρῶ λέγει Κύριος;" ἢ ποίας χεῖρας εἰς ἔργα κινεῖ ὁ διὰ ζῶντος Λόγου δημιουργῶν; καὶ εἰ καθ' ἡμᾶς ἔχει τοὺς ὀφθαλμοὺς ὡς ἐν προσώπῳ κειμένους, οὐχ ὁρᾷ που πάντως τὰ ὀπίσω· ἀλλ' ὅταν πρὸς ἀνατολὰς βλέπῃ, οὐκ οἶδε τί πράττουσιν οἱ ἐν δυσμαῖς; κἂν εἰς δυσμὰς ἴδῃ πάλιν, οὐχ ὁρᾷ τοὺς ἐν ταῖς ἀνατολαῖς; ταῦτα καὶ γράφειν αἰσχύνομαι, διὰ δὲ τὴν τινῶν ἀπόνοιαν γέγονα ἄφρων, οὐχ ἑκὼν μᾶλλον, ἀλλὰ παρ' αὐτῶν ἠναγκασμένος. ἐπιστομιζέσθωσαν τοίνυν οἱ ταῦτα φλυαροῦντες, ὡς ἀμαθεῖς, καὶ ἠρεμείτωσαν μὴ ἁπτόμενοι τῶν ὑπὲρ δύναμιν, μᾶλλον δὲ μὴ καταλαλεί 605 τωσαν τοῦ Θεοῦ. ὁ γὰρ Θεὸς ὑπὲρ πᾶσαν κτίσιν ἐστὶν, οὔτε σῶμα νοούμενος, οὔτε ἐν τύποις ἢ σχήμασι σωματικοῖς, ἀλλ' ἔστιν ἁπλοῦς, ἄϋλος, ἀνείδεος, ἀσύνθετος, οὐκ ἐκ μερῶν ἢ μελῶν ἢ μορίων συγκείμενος καθάπερ ἡμεῖς, πνεῦμα δὲ μᾶλλον, κατὰ τὰς γραφὰς, καὶ τὰ πάντα ἐφορῶν, πανταχοῦ ὢν καὶ τὰ πάντα πληρῶν, καὶ οὐδενὸς ἀπολιμπανόμενος· πληροῖ γὰρ οὐρανὸν καὶ γῆν. τὸ δὲ κατ' εἰκόνα Θεοῦ πεποιῆσθαι τὸν ἄνθρωπον, ἑτέρας ἐμφάσεις καὶ ὑπονοίας ἔχει. μόνος γὰρ αὐτὸς παρὰ πάντα τὰ ἐπὶ γῆς ζῷα λογικός ἐστι, φιλοικτίρμων, ἐπιτηδειότητα πρὸς πᾶσαν ἀρετὴν ἔχων, λαχὼν δὲ καὶ τὸ ἄρχειν ἁπάντων τῶν ἐπὶ τῆς γῆς καθ' ὁμοιότητα καὶ εἰκόνα Θεοῦ. οὐκοῦν κατὰ τὸ εἶναι ζῷον λογικὸν καὶ καθὸ φιλάρετον καὶ ἀρχικὸν τῶν ἐπὶ τῆς γῆς, ἐν εἰκόνι Θεοῦ πεποιῆσθαι λέγεται. εἰ δὲ νομίζουσι κατὰ τὸ τοῦ σώματος σχῆμα λέγεσθαι τὴν εἰκόνα, οὐδὲν λυπεῖ καὶ τοῖς ἀλόγοις τῶν ζῴων σύμμορφον λέγειν εἶναι τὸν Θεόν. ὁρῶμεν γὰρ, ὅτι καὶ αὐτὰ ἐκ τῶν αὐτῶν ἡμῖν εἰσι μορίων, πόδας ἔχοντα καὶ στόμα καὶ ὀφθαλμοὺς καὶ ῥῖνας καὶ γλῶσσαν καὶ τὰ ἕτερα τῶν τοῦ σώματος μελῶν. παυέτω τοίνυν ἡ σὴ θεοσέβεια τοὺς τοιούτους, μᾶλλον δὲ καὶ ἐπιτιμάτω τοῖς ταῦτα φλυαρεῖν εἰωθόσιν.

Ἀκούω δὲ ὅτι φασὶν ἀπρακτεῖν εἰς ἁγιασμὸν τὴν μυστικὴν εὐλογίαν, εἰ ἀπομείνοι λείψανον αὐτῆς εἰς ἑτέραν ἡμέραν. μαίνονται δὲ ταῦτα λέγοντες· οὐ γὰρ