1

 2

 3

1

Homilia in assumptionem Christi

Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου ἐπισκόπου Κύπρου εἰς τὴν ἀνάληψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Εὐλογητὸς ὁ Θεός.

Κόσμος σώματος ἡ ἐπιτεθεῖσα τῷ σώματι κεφαλή· κόσμος δὲ τῶν ἑορτῶν ἡ σήμερον ἑορτή. Τί γάρ; φησί. Χριστοῦ ἀνάληψιν μετὰ σαρκὸς ἑορτάζομεν, ὡς τῶν ∆εσποτικῶν ἑορτῶν δεικνυμένην πλήρωμα. Καθάπερ γὰρ κεφαλὴ φαιδρόμορφος, οὕτω καὶ ἡ σήμερον ἑορτὴ τῆς θεϊκῆς χάριτος ἀπαυγάζει τὸ κάλλος· ἀλλ' οἱ πολλοὶ ἀγνοοῦντες τὸ ταύτης μέγεθος, ἧττον αὐτὴν νομίζουσι. Καὶ εἰ βούλεσθε μαθεῖν, ἀνεξικάκως συντείνατέ μοι τὸν νοῦν. Μόνον μοι δι' εὐχῶν συνεργήσατε, παρακαλῶ· καὶ τὰς μολιβδώδεις αὔρας καταστείλατε· καὶ τὰ κύματα τῆς φλυαρίας γαληνιάσατε· καὶ σχολάζουσάν μοι τὴν ἀκοὴν παράσχητε. Κατὰ γὰρ τὸν σοφὸν Σολομῶντα, λόγοι σοφῶν ἐν ἀναπαύσει ἀκούονται.

Πρώτη τοίνυν 43.480 ἑορτὴ ἡ φρικτὴ καὶ θαυμαστὴ κατὰ σάρκα τοῦ Χριστοῦ γέννησις. Πῶς γὰρ οὐ θαυμαστὴ ἡ ἐξ οὐρανῶν τοῦ Θεοῦ πρὸς ἡμᾶς κατάβασις, μᾶλλον δὲ συγκατάβασις; ὅτι ὁ πάντων ∆εσπότης τὴν τοῦ δούλου μορφὴν ἑνῶσαι ἑαυτῷ κατηξίωσε, καὶ πτωχὴν μητέρα ἔχειν ὁ πάντα περιέχων. ∆ευτέρα ἑορτὴ ἡ τῶν Θεοφανίων πολλῷ τῆς πρώτης τὴν θεωρίαν μείζω ἔχουσα. Ἐν μὲν γὰρ τῇ πρώτῃ ἑορτῇ ὑπεδείκνυε τὸν τεχθέντα Θεὸν Λόγον ἀστήρ· ἐν δὲ τῇ δευτέρᾳ ἑορτῇ Ἰωάννης ἐβόα, Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁαἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἐβεβαίου δὲ τὴν μαρτυρίαν τοῦ βαπτιζομένου οὐρανόθεν βοῶν ὁ Πατήρ· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα. Ἀλλ' οὐδὲ τότε ὁλόκληρος ἡ τῆς σωφροσύνης ἀπόλαυσις, ἐπειδὴ μηδέπω τὸ θνητὸν σῶμα διὰ τῆς ἀναστάσεως τὴν ἀθανασίαν ἐδέξατο. Τρίτη ἑορτὴ τοῦ σωτηριώδους πάθους ἡ ἀνάστασις ζωοποιεῖ τοὺς διὰ τοῦ βαπτίσματος τοῦ αἵματος αὐτοῦ μαρμαρυγὰς ἀπαστράπτοντας, καὶ ἀναγεννωμένους δι' ὕδατος καὶ Πνεύματος ἁγίου. ∆ιὸ καὶ πεσόντα κόσμον ἀνέστησε, καὶ τὸν πάλαι ἐκπεσόντα Ἀδὰμ ζωῆς αἰωνίου ἠξίωσε.

∆ιὰ ξύλου ὁ Ἀδὰμ θάνατον ἐτρύγησε· διὰ ξύλου σταυροῦ ζωὴν τῷ κόσμῳ χαρίζεται. Καὶ αὕτη μὲν τῶν προλαβουσῶν ἑορτῶν ἐνδοξοτέρα ἀνεδείκνυτο, ἐπειδὴ ἐν αὐτῇ ὁ θάνατος διὰ θανάτου τὸν θάνατον θανατώσας, καὶ ζωὴν ἀθάνατον τοῖς θανοῦσιν ἐπήγαγεν. Ἀλλὰ καὶ αὐτὴ οὐκ εἶχε τῆς χαρᾶς τὴν πληρότητα ἐπὶ γῆς τὸν ἀναστάντα κατέχουσα. Καὶ ἡ τῆς Πεντηκοστῆς δὲ χαρὰν μεγάλην καὶ ὑπὲρ λόγον, ἐν ᾗ τοῖς ἀποστόλοις ἐδίδοτο Πνεῦμα ἅγιον· σήμερον δὲ ἐν τῇ τῆς Ἀναλήψεως ἡμέρᾳ πάντα διὰ πάντων εὐφροσύνης πεπλήρωται. Οὐρανοὺς τοὺς φεγγοτόκους ἀνοίξας, καὶ τὸν λεπτομερέστατον ἀέρα βαθμώσας, καὶ τὸν ἐκ γῆς εἰς τὰς οὐρανίους ἁψίδας ἀνασφαιρώσας, καὶ πάσας τὰς τῶν ἀγγέλων φύσεις εἰς χαρὰν ἄληκτον παρορμήσας, ξένην ἡμῖν θέαν ἐπέδειξε, τὴν ἡμετέραν σάρκα ἐπὶ θρόνου βασιλικοῦ ἐπηρμένην. Ποῦ εἰσὶν οἱ περὶ τὰ ἱπποδρόμια ἀσχολούμενοι, καὶ ἡνιόχων ἀγαπῶντες ὀξύτητα; ∆εῦτε, ἴδετε παράδοξον ἱπποδρόμιον· τὸν τῆς κτίσεως ∆ημιουργὸν ἐν ἀνθρωπίνῳ ἐποχούμενον ἅρματι, οὐκ ἐπὶ γῆς ἀτάκτως ἐλαύνοντα, ἀλλ' αἰθερίους δρόμους καινοπρεπῶς ἀναστέλλοντα, καὶ τὸν οὐράνιον καμπτῆρα καταλαμβάνειν ἐπειγόμενον, καὶ τὸν παρατρέχοντα Βελίαρ δυνατῶς καταστρέφοντα. 43.481 Ἀλλ' Ἰουδαίων παῖδες οἱ βάσκανοι τῆς ἀληθείας ἀκούσαντες, ὅτι ὁ Χριστὸς ἀνελήφθη εἰς οὐρανοὺς, ἀμαυρῶσαι βουλόμενοι τὸ παράδοξον θαῦμα τοῦ Ἡλίου τῆς δικαιοσύνης, τὸν Ἠλίαν παρεισάγουσι λέγοντες· Τί μεγάλα κομπάζετε, Χριστιανοὶ, ὅτι ἀνελήφθη