1

 2

 3

 4

 5

 6

 7

1

De pace ii

ΛΟΓΟΣ ΚΒʹ.

Εἰρηνικὸς βʹ, λεχθεὶς ἐν Κωνσταντίνου πό λει, ἐπὶ τῇ γενομένῃ τῷ λαῷ φιλονεικίᾳ, περὶ ἐπισκόπων τινῶν διενεχθέντων πρὸς ἀλλήλους.

Αʹ. Εἰρήνη φίλη, τὸ γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα, ὃ νῦν ἔδωκα τῷ λαῷ καὶ ἀντέλαβον· οὐκ οἶδα εἰ παρὰ πάντων γνησίαν φωνὴν καὶ ἀξίαν τοῦ Πνεύμα τος, ἀλλὰ μὴ δημοσίας συνθήκας ἀθετουμένας ὑπὸ Θεῷ μάρτυρι, ὥστε καὶ μεῖζον εἶναι ἡμῖν τὸ κα τάκριμα. Εἰρήνη φίλη, τὸ ἐμὸν μελέτημα καὶ καλλ ώπισμα, ἣν Θεοῦ τε εἶναι ἀκούομεν, καὶ ἧς Θεὸν, τὸν Θεὸν καὶ αὐτόθεον, ὡς ἐν τῷ· Ἡ εἰρήνη τοῦ Θεοῦ· καὶ, Ὁ Θεὸς τῆς εἰρήνης· καὶ, Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν· καὶ οὐδ' οὕτως αἰδούμεθα. Εἰρήνη φίλη, τὸ παρὰ πάντων μὲν ἐπαινούμενον ἀγα θὸν, ὑπ' ὀλίγων δὲ φυλασσόμενον, ποῦ ποτε ἀπέλι πες ἡμᾶς, τοσοῦτος ἐξ οὗ χρόνος ἤδη; καὶ πότε ἐπανήξεις ἡμῖν; Ὡς λίαν σε ποθῶ καὶ ἀσπά ζομαι διαφερόντως τῶν ἄλλων ἀνθρώπων· καὶ παρ οῦσαν περιέπω, καὶ ἀποῦσαν ἀνακαλοῦμαι πολλοῖς θρήνοις καὶ δάκρυσιν, οἵοις οὔτε Ἰακὼβ καὶ τὸν Ἰωσὴφ ἐκεῖνον ὁ πατριάρχης, ὑπὸ μὲν τῶν ἀδελφῶν πεπραμένον, ὑπὸ δὲ θηρίου ἡρπασμένον, ὡς ᾤετο· οὔτε ∆αβὶδ Ἰωνάθαν τὸν ἑαυτοῦ φίλον, ἔργον πολέ μου γενόμενον, ἢ τὸν υἱὸν Ἀβεσσαλὼμ ὕστερον. Ὧν ὁ μὲν σπλάγχνοις πατρικοῖς σπαρασσόμενος, Θηρίον ἥρπασεν, ἐβόα, τὸν Ἰωσὴφ, θηρίον πονηρὸν καὶ ἀνήμερον, καὶ τὴν τοῦ παιδὸς ἐσθῆτα ᾑμαγμένην προθεὶς, ὡς τὰς τοῦ παιδὸς σάρκας περιεπτύσσετο, τῷ αὐτῷ καὶ φλεγόμενος καὶ παραμυθούμενος. Ὁ δὲ, νῦν μὲν τοῖς ὄρεσι καταρᾶται, καθ' ὧν ὁ πόλεμος. Ὄρη τὰ Γελβουὲ, λέγων, μὴ πέσοι ἐφ' ὑμᾶς μήθ' ὑετὸς, μήτε δρόσος· καὶ, Πῶς ἔπεσε τό ξον Ἰωνάθαν καὶ δύναμις; Νῦν δ' ἀπολο γεῖται ὡς οὐδὲν ἠδικηκότι τῷ πατροφόνῳ, καὶ τῷ νε κρῷ σπένδεται· ἴσως καὶ κατὰ τοῦτο ὑπεραλγῶν τοῦ παιδὸς, ὅτι κατὰ τοῦ πατρὸς ἀνετείνατο χεῖρα. Τοιοῦτο γὰρ καὶ ὁ πατήρ· ὃν ὡς ἐχθρὸν ἠμύνατο πολεμοῦντα, ὡς φίλον ποθεῖ τεθνηκότα· καὶ νικᾷ τὴν ἔχθραν ἡ φύσις, ἧς οὐδὲν βιαιότερον.

Βʹ. Ἐλεεινὸν δὲ καὶ ἡ κιβωτὸς ὑπὸ τῶν ἀλλοφύ λων κατεχομένη· καὶ Ἱερουσαλὴμ ἠδαφισμένη καὶ ὑπὸ ἐθνῶν πατουμένη· καὶ υἱοὶ Σιὼν, οἱ τί μιοι καὶ ἰσοστάσιοι χρυσίῳ, πορευόμενοι ἐν αἰχμα λωσίᾳ, καὶ νῦν ἔτι διεσπαρμένοι, καὶ λαὸς ὄντες τῆς 35.1133 οἰκουμένης ξένος καὶ πάροικος. ∆εινὸν δὲ καὶ τὰ νῦν ὁρώμενά τε καὶ ἀκουόμενα· πατρίδες ἀνιστάμε ναι, καὶ μυριάδες πίπτουσαι, καὶ κάμνουσα γῆ τοῖς αἵμασι καὶ τοῖς πτώμασι, καὶ λαὸς ἀλλόγλωσ σος ὡς οἰκείαν διατρέχων τὴν ἀλλοτρίαν· οὐ δι' ἀναν δρίαν τῶν προμαχομένων κατηγορείτω μηδείς· οὗ τοι γάρ εἰσιν οἱ μικροῦ πᾶσαν τὴν οἰκουμένην πα ραστησάμενοι· ἀλλὰ διὰ τὴν ἡμετέραν κακίαν, καὶ τὴν ἐπικρατοῦσαν κατὰ τῆς Τριάδος ἀσέβειαν. ∆εινὰ ταῦτα, καὶ πέρα δεινῶν. Τίς ἀντερεῖ τῶν συμφορὰς δοκιμάζειν εἰδότων ἐξ ὧν πεπόνθασιν, ἢ συμπεπόν θασιν; Ἀλλ' οὔπω τοσοῦτον οὐδὲν, ὅσον εἰρήνη δε διωγμένη, καὶ ἡ τῆς Ἐκκλησίας εὐπρέπεια περιῃρη μένη, καὶ τὸ παλαιὸν ἀξίωμα καταλελυμένον· καὶ παρὰ τοσοῦτον ἡ τάξις ἀντεστραμμένη, ὥστε πρότε ρον μὲν ἐξ οὐ λαοῦ λαὸς, καὶ ἐξ οὐκ ἔθνους ἔθνος γε γόναμεν· νῦν δὲ κινδυνεύομεν ἐκ λαοῦ μεγίστου καὶ ἔθνους, εἰς οὐ λαὸν πάλιν καὶ οὐκ ἔθνος ἀναλυθέντες γενέσθαι, ὡς τὸ ἀπ' ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδ' εἰς ἓν ὄνομα καὶ τάγμα συνεληλύθειμεν.